<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2027.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="12"><div type="textpart" subtype="paragraph" n="13"><p>Ἔστι δὲ ἀναμιμνήσκειν τῶν εἰρημένων καὶ καθʼ ἕτερον τρόπον τῷ σχήματι τῆς
                            πεύσεως χρώμενον, ἀνερωτῶντα τοὺς δικαστάς, διὰ τί ἀφήσετε τὸν φεύγοντα,
                            ὡς Αἰσχίνης πεποίηκε. πυνθάνεται γὰρ τῶν δικαστῶν διὰ τί ἀφήσετε τὸν
                            Κτησιφῶντα; ὅτι νόμιμον τὸ ψήφισμα; <lb n="20"/> ἀλλὰ δέδεικται παρὰ
                            τοὺς νόμους γεγραμμένον· ὅτι Δημοσθένης εὔνους τῇ πόλει; ἀλλὰ καὶ οὗτος
                            δέδεικται κακόνους ὢν τῷ δήμῳ. ὅτι Κτησιφῶν αὐτὸς ἐξ ἀγνοίας τὸ ψήφισμα
                            ἁμαρτὼν ἔγραψεν,ἀναγκάσαντος αὐτόν τινος; οὐδὲ διὰ τούτων οὐδὲν αὐτοῦ
                            ἀποψηφιεῖσθε.</p><lb n="25"/></div><div type="textpart" subtype="paragraph" n="14"><p>Τοσαυταχῶς οὖν ἀναμιμνήσκειν ὑπάρχει, τουτέστι χρῆσθαι τῇ ἀνακεφαλαιώσει
                            καλουμένῃ· ἀναμνήσομεν γὰρ καὶ ἐπερωτῶντες τοὺς δικαστὰς τὰς αἰτίας, διὰ
                            τί φήσουσι τούς κρινομένους ἐᾶν, ἔπειτα ἐξ ἐπιγράμματος, καὶ τούτου
                            διχῶς θεωρουμένου, ἐξ εἰσφορὰς νόμου, ἐκ <lb n="30"/> ψηφίσματος, ἐκ τῆς
                            γνωσιγραφίας, ἐκ τῆς <del>παραθέσεως</del> ἀμφοτέρων τῶν δικαίων
                            συγκρίσεως, πάλιν ἐξ ἠθοποιΐας, ἐξ ὑποτυπώσεως, ἐκ προσωποποιΐας, ἐκ τῆς
                            κεφαλαιώδους <pb n="391"/> ἐκθέσεως τῶν εἰρημένων. καὶ περὶ μὲν τῆς
                            ἀνακεφαλαιώσεως ταῦτα λέγειν ὑπάρχει.</p></div></div></div></body></text></TEI>