Ἔστιν ἀναμιμνήσκειν διὰ νόμων εἰσφορὰς, ὡς ἀναμιμνήσκειν ὑπάρχει διὰ ψηφίσματος εἰσφορᾶς, οἷον, 548 ὑπολαμβάνετέ με νῦν νόμον εἰσφέρειν μηδένα ἐπιβουλεύειν τοῖς ἀλλοτρίοις παισίν, ἐξουσίαν ἔχειν τοὺς πατέρας τῶν υἱέων, τούς στρατιώτας μὴ ἐπιβουλεύειν τοῖς εὐεργέταις τοῖς ἑαυτῶν, μὴ ποιεῖσθαι κέρδη τὰς ἀλλοτρίας συμφοράς, εἰ τοῦτον εἰσέφερε τὸν νόμον, οὐκ ἂν ἐκυρώσατε; τοῦτον δὲ ἀντὶ τούτου εἰσφέρειν ἕτερον νόμον τὸν τὰ ἐναντία τούτοις ποιεῖν κελεύοντα, κυρίους εἶναι τῶν ἀλλοτρίων παίδων τούς μηδὲν προσήκοντας αὐτοῖς, τούς ἀδικήσαντας μηδεμίαν τιμωρίαν ἐκτίνειν, ἄδειαν τοὺς στρατιώτας ἔχειν τοῦ ποιεῖν ἅπαντας κακῶς. Ἔτι ἀναμνήσομεν διʼ ὑπογραφῆς ἤτοι εἰκόνος ἢ ἀνδριάντος ἢ τάφου ἢ τῶν τοιούτων τινός, οἷον καὶ τὸν Ἐπαμεινώνδαν φασὶ θανάτου κρινόμενον παρὰ τοῖς Θηβαίοις ποιῆσαι. παρελθών γὰρ ἔφη ,,ἀποκτείνατέ με, ὦ Θηβαῖοι.ἐκεῖνο δέ μοι παρʼ ὑμῶν ὑπαρξάτω ἐν τῇ στήλῃ, ὅτι παραλαβὼν τὴν πόλιν δουλεύουσαν τὴν ἑαυτοῦ ἠλευθέρωσε, καὶ Λακεδαιμονίους ἐκράτησε μάχῃ, καὶ διέβη εἰς Πελοπόννησον, τὰ καὶ τὰ διεπράξατο. δύναται δὲ ὁ Ἐπαμεινώνδας καὶ οὕτω λέγειν· μὴ ποιήσητέ μου τάφον· παριών γάρ τις μνημονεύσει καὶ ἐρεῖ τὰ καὶ τά. ἔστι δὲ ὑπομιμνήσκειν οὐ μόνον διὰ τῆς ἐπιγραφῆς τῆς γιγνομένης διὰ γραμμάτων, ἀλλὰ καὶ τῆς ἐκτύπωσιν ἐχούσης τῶν γεγενημένων, ὡς ἐπὶ Θεμιστοκλέους, εἰ δὲ ἀποκτενεῖτέ με, ἔστω μνῆμα δηλοῦν ἐπὶ τῷ ἐμῷ τάφῳ 549 τούτων ἕκαστον, διʼ ἃ νῦν φθονούμενος κρίνομαι, Ἀρτεμίσιόν που καὶ Σαλαμὶς γεγράφθω καὶ στόλος βασιλικὸς καὶ τὸ Ἀθηναίων ναυτικὸν καὶ τῶν ἄλλων ἕκαστον ἀξιώσει τούτοις ἐγγεγράφθαι.