11 Περὶ ἐν δόξου. Τὸ ἔνδοξον κατασκευάζεται ἀπὸ τοῦ ταῖς τῶν πολλῶν διανοίαις συντρέχειν. Αἱ δὲ ἄτεχνοι πίστεις ἔγγραφα, βάσανοι, περὶ ὧν ἐν τῷ νομίμῳ λέλεκται, μαρτυρίαι καὶ μάρτυς, ὅτι ἀληθής, συνίσταται ἐκ ποιότητος προσώπου, τίς ὁ μεάρτυς, ὅτι καλὸς καὶ ἀγαθός· ἐκ τῶν προγεγονότων, εἰ καὶ ἤδη τινὰ μαρτυρίαν ἀληθῆ μεμαρτυρηκὼς φαίνεται· ἐκ διανοίας, ὅτι οὐ πρὸς ἔχθραν οὐδὲ πρὸς χάριν οὐδὲ πρὸς λῆμμά τι· ἐκ τοῦ πράγματος, ὅτι καὶ αὐτὸ τὸ λεγόμενον ἐκ τῶν ἄλλων εἰκότων συνίσταται ἀληθὲς ὄν.