<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2027.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="11"><div type="textpart" subtype="paragraph" n="6"><head>Περὶ συμφέροντος.</head><p>Τὸ συμφέρον κατασκευάζεται ἀπὸ τῶν ἐκβάσεων οἷα <lb n="10"/> ἐκβήσεται
                            πεισθεῖσι. τέλειαι δὲ ἀποδείξεις συμφέροντος, ὅταν ἐπʼ ἄμφω ἀποδείξῃς,
                            τί μὲν ἔσται πεισθεῖσι, τί δὲ εἰ μὴ ὑπακούσαιεν, ὡς παρὰ Δημοσθένει ἐν
                            Ὀλυνθιακοῖς. ἀλλὰ ἡλίκα γ᾿ ἐστὶ τὰ διάφορα ὑμᾶς ἐκεῖ πολεμεῖν ἢ παῤ ὑμῖν
                            ἐκεῖνον, οὐδὲ λόγου προσδεῖν ἡγοῦμαι· ἔτι <lb n="15"/> τελεία ἐστὶν
                            ἐξέτασις συμφέροντος, ὅταν δείξωμεν, ὅτι καὶ ἡμεῖς ὠφεληθησόμεθα καὶ
                            τοὺς ἐχθροὺς βλάψομεν. ἔτι καὶ ἀπὸ τοῦ χρόνου, ὅτι οὐκ εἰς τὸ παρὸν
                            μόνον, ἀλλὰ καὶ εἰς τὸν πάντα χρόνον ἐκ τούτων ἄμεινον οἰκήσομεν. ἐκ
                            παραδείγματος, ὅτι καὶ πρότερον πράξασι <lb n="20"/> ταῦτα συνήνεγκε.
                            καὶ ἀπὸ τοῦ ἐναντίου, ὅτι ἐλλειφθέντα ἔβλαψεν.</p></div><div type="textpart" subtype="paragraph" n="7"><head>Περὶ δυνατοῦ.</head><note type="marginal">531</note><p>Τὸ δυνατὸν ἐκ τῶν ἐκτὸς μάλιστα κατασκευάζεται, φίλων, χρημάτων,
                            συμμάχων, τόπου, καιροῦ, θεῶν εὐνοίας. <lb n="25"/> κατασκευάζεται δὲ
                            καὶ ἐκ παραδειγμάτων, ὅτι καὶ πρότερον οὐκ ἐλάττονας πολέμους εὖ ἔθεντο.
                            τελεία δὲ κατασκευὴ δυνατοῦ, εἰ δείξαιμεν, ὅτι καὶ ἡμεῖς ἰσχυροὶ καὶ οἱ
                            πολέμιοι ἀσθενεῖς, ὡς ἐν Φιλιππικοῖς πολλαχοῦ.</p><pb n="384"/></div></div></div></body></text></TEI>