Εἴρηται μέν τινα καὶ τοῖς πρὸ ἡμῶν περὶ προοιμίου, 1 τί τέ ἐστι προοίμιον, ὅτι ἀρχὴ τοῦ σύμπαντος λόγου, καὶ πόθεν λαμβάνεται προοίμιον, ὅτι ἐκ προσώπου ἢ ἐκ πράγματος ἢ ἐξ ἀμφοῖν ὁ δέ τοι θεῖος Βασιλικὸς κἀκεῖνο προσέθηκεν, ὅτι δυοῖν θάτερον, ἐξ ἐννοίας τῶν ἀκουόντων ἀντιπιπτούσης ἡμῖν, ἢ ἐξ ὑποκειμένου λαμβάνομεν τὸ προοίμιον. ἐγὼ δὲ καὶ ταῦτα ἐπαινέσαιμ’ ἂν καὶ ἀποδεξαίμην· ἴσως δʼ ἄν τι καὶ αὐτὸς συνεισενεγκεῖν ὡς εἰς κοινὸν ἔρανον δυνηθείην, οὐκ ἀχρεῖον οὐδʼ ἀνωφελές, ἀλλὰ διʼ οὗ καὶ ἑτοιμότερον καὶ καιριώτερον ληψόμεθα προοίμιον. πῶς οὖν ληψόμεθα ῥᾳδίως; ἐὰν τὰ ὁμογενῆ διέλωμεν· ὁμογενῆ δὲ λέγω, ὅσα κατά τι συμβεβηκὸς ὅμοιά ἐστιν ἀλλήλοις, οἷον ἢ κατὰ περίστασιν ἢ κατὰ τὴν ἔκβασιν ἢ κατὰ τὰς ποιότητας τῶν προσώπων 468 ἢ κατὰ τρόπους ἢ κατʼ ἄλλο τι· ἐν τούτοις οὖν εὑρόντες ἔννοιαν τὴν κατὰ πάντων τῶν ὁμογενῶν ἁρμόττουσαν οὕτως ἂν τὴν ἐφʼ ἑκάστου ἁρμόττουσαν εἰσόμεθα. Ἔστι τοίνυν πρῶτον ἐκεῖνο θεώρημα ἐξ ἐπαίνου τῶν ἀκουόντων. πότε οὖν αὐτῷ χρηστέον ἐπὶ ποίων ὁμογενῶν προβλημάτων, ἐν οἷς ἂν πείσαντές τι τοὺς ἀκούοντας ἕτερον δεύτερον εἰσηγησόμεθα ἐν τούτοις γὰρ ἁρμόσει ἐπαινέσαι τοὺς ἀκούοντας ἐφʼ οἷς ἤδη ἐπείσθησαν· πρῶτον μὲν ἄξιον ὑμᾶς ἐπαινέσαι, ὦ ἄνδρες, ἀνθʼ ὧν 1 τοῖς τὰ βέλτιστα λέγουσιν ἡμῖν τὸν νοῦν προσέσχετε ἀρτίως, καὶ τῶν τἀναντία λεγόντων καὶ ἐξαπατώντων ὑπερείδετε· καὶ ἔπειτα δὲ τὰ ἀκόλουθα τούτοις προσθήσειν δοκῶμεν, οἷον ὡς ἐπʼ ἐκείνων τῶν προβλημάτων· ὁ Περικλῆς πείσας εἴσω τειχῶνμένειν, μετὰ ταῦτα πείθει αὐτοὺς δῃῶσαι κοὶ τὴν Ἀττικήν. Ἄλλο. Θεμιστοκλῆς πείσας ἐκλείπειν τὴν πόλιν γράφει αὐτοὺς καὶ ἐμπρῆσαι τὸ ἄστυ. Ἄλλο. Κατέσκαψάν τινες πόλιν.οἱ διαφυγόντες ἔκριναν τοὺς κατασκάψαντας ἐπὶ τῶν Ἑλλήνων, καὶ ἐνίκησαν, εἶτα περὶ τῆς τιμωρίας ὄντος τοῦ λόγου ἀξιοῦσιν αὐτοὺς τὰ ἴσα πάσχειν. Ἄλλο. Ὁ Αἰσχίνης ἀνελὼν τὸν Τίμαρχον γράφει ἀναιρεῖν τὸν τριηραρχικὸν νόμεν. καὶ γὰρ οὗτος ὁρᾷς ὅτι ἤδη πέπεικε τοὺς δικαστὰς καταψηφίσασθαι τοῦ Τιμάρχου, καὶ ἐπὶ τούτῳ ἐπαινέσει.