ἴωμεν δ’ ἐφεξῆς ἐπὶ τὴν ἀπόκρισιν ὧν ἐπεζήτησας. ἔστι δὴ οὖν τἀγαθὸν τότε ἐπέκεινα τῆς οὐσίας καὶ τὸ κατ’ οὐσίαν ὑπάρχον· ἐκείνην λέγω τὴν οὐσίαν τὴν πρεσβυτάτην καὶ τιμιωτάτην καὶ καθ’ αὑτὴν οὖσαν ἀσώματον, θεῶν ἰδίωμα ἐξαίρετον καὶ κατὰ πάντα τὰ γένη τὰ περὶ αὐτοὺς ὄντα, τηροῦν μὲν οὖν αὐτῶν τὴν οἰκείαν διανομὴν καὶ τάξιν καὶ οὐκ ἀποσπώμενον ταύτης, τὸ αὐτὸ δ’ ὅμως ἐν ὅλοις ὡσαύτως ὑπάρχον. Ψύχαῖς δὲ ταῖς ἀρχούσαις τῶν σωμάτων καὶ προηγουμέναις αὐτῶν τῆς ἐπιμελείας καὶ πρὸ τῆς γενέσεως τεταγμέναις ἀιδίοις καθ’ ἑαυτὰς οὐσία μὲν τοῦ ἀγαθοῦ οὐκ ἔτι πάρεστιν, οὐδ’ αἰτία τοῦ ἀγαθοῦ προτέρα οὖσα καὶ τῆς οὐσίας, ἐποχὴ δέ τις ἀπ’ αὐτοῦ καὶ ἕξις παραγίνεται· οἷα θεωροῦμεν τὴν τοῦ κάλλους καὶ τῆς ἀρετῆς μετουσίαν πολὺ διάφορον οὖσαν ἢ οἵαν νοοῦμεν ἐπὶ τῶν ἀνθρώπων· αὕτη μὲν γὰρ ἀμφίβολός τις καὶ ὥσπερ ἐπίκτητος ἐν τοῖς συνθέτοις παραγίνεται, ἡ δὲ ἀμετάστατος ἐνίδρυται ταῖς ψυχαῖς καὶ ἀνέκλειπτος, οὔτε αὐτή ποτε ἐξισταμένη ἀφ’ ἑαυτῆς, οὐθ’ ὑπ’ ἄλλων τινῶν ἀφαιρουμένη. Ἀρχῆς δὴ οὖν καὶ τελευτῆς τοιαύτης οὔσης ἐν τοῖς θείοις γένεσι, δύο τῶν ἄκρων ὄρων τούτων μεταξὺ νόει μεσότητα, ὑψηλοτέραν μὲν τῆς τῶν ψυχῶν τάξεως, τὴν τῶν ἡρώων ἐπιτεταγμένην, δυνάμει καὶ ἀρετῇ, κάλλει τε καὶ μεγέθει, καὶ πᾶσι τοῖς περὶ τὰς ψυχὰς ἀγαθοῖς οὖσι παντελῶς αὐτὴν ὑπερέχουσαν, προσεχῆ δ’ ὁμῶς αὐταῖς συναπτομένην διὰ τὴν τῆς ζωῆς ὁμοειδῆ συγγένειαν· τῆς δὲ τῶν θεῶν ἐξηρτημένην τὴν τῶν δαιμόνων μακρῷ δή τινι καταδεεστέραν αὐτῆς, συνακολουθοῦσαν, ἅτε δὴ ἀ πρωτουργὸν οὖσαν, ὑπηρετικὴν δέ τινα τῆς ἀγαθῆς βουλήσεως τῶν θεῶν συνεπομένην, ἐκφαίνουσαν εἰς ἔργον τὸ ἀφανὲς αὐτῶν ἀγαθόν, ἀπεικαζομένην τε πρὸς αὐτό, καὶ τὰ δημιουργήματα ἐπιτελοῦσαν πρὸς τὸ αὐτὸ ἀφομοιούμενα, τό τε γὰρ ἄρρητον αὐτοῦ ῥητὸν καὶ τὸ ἀνείδεον ἐν εἴδεσι διαλάμπουσαν, καὶ τὸ ὑπὲρ πάντα λόγον αὐτοῦ εἰς λόγους φανεροὺς προσάγουσαν, καὶ δεχομένην μὲν ἤδη τῶν καλλῶν τὴν μετουσίαν συμπεφυκυῖαν, παρέχουσαν δ’ αὐτὴν ἀφθόνως τοῖς μεθ’ ἑαυτὴν γένεσι καὶ διαπορθμεύουσαν. Ταῦτα δὲ οὖν τὰ γένη μέσα συμπληροῦνται τὸν κοινὸν σύνδεσμον θεῶν τε καὶ ψυχῶν, καὶ ἀδιάλυτον αὐτῶν τὴν συμπλοκὴν ἀπεργάζεται, μίαν τε συνέχειαν ἄνωθεν μέχρι τοῦ τέλους συνδεῖ, καὶ ποιεῖ τῶν ὅλων τὴν κοινωνίαν εἶναι ἀδιαίρετον, κρᾶσιν τε ἀρίστην καὶ σύμμιξιν τοῖς ὅλοις ἔχειν σύμμετρον, πρόοδόν τε ἀπὸ τῶν βελτιόνων ἐπὶ τὰ ἐλάττονα καὶ ἀναγωγὴν ἀπὸ τῶν ὑποδεεστέρων ἐπὶ τὰ πρότερα, ἀναβιβάζει πως ἐξ ἴσου τάξιν τε καὶ μέτρα τῆς κατιούσης μεταδόσεως ἀπὸ τῶν ἀμεινόνων, καὶ τῆς ἐγγιγνομένης ὑποδοχῆς ἐν τοῖς ἀτελεστέροις, ἐντίθησι καὶ ποιεῖ πάντα πᾶσι προσήγορα καὶ συναρμόζοντα, ἄνωθεν τὰς τούτων ὅλων αἰτίας ἀπὸ τῶν θεῶν παραδεχόμενα. Ταύτην δὴ οὖν τὴν διαίρεσιν μὴ νομίσῃς ἰδίαν εἶναι δυνάμεων ἢ ἐνεργειῶν ἢ οὐσίας, μηδὲ χωρὶς διαλαβὼν ἐφ’ ἑνὸς αὐτῶν ἐπισκόπει, κοινῇ δὲ κατὰ πάντων αὐτὴν διατείνας τούτων, τὸ τέλεον ἀποδώσεις τῇ ἀποκρίσει περὶ ὧν ἐπεζήτησας θείων τε καὶ δαιμονίων καὶ ἡρωικῶν καὶ τῶν ἐν ταῖς ψυχαῖς ἰδιωμάτων. Κατ’ ἄλλην δὲ αὖθις ἀφορμὴν τὸ μὲν ἡνωμένον πᾶν, ὅσον ἂν ᾖ καὶ ὁποῖον καὶ τὸ μονίμως ἱδρυμένον ἐν· ἑαυτῷ, τό τε τῶν ἀμερίστων οὐσιῶν αἴτιον τὸ ἀκίνητον, οὕτω νοούμενον ὡς αἴτιον εἶναι πάσης κινήσεως, τό τε ὑπερέχον τῶν ὅλων καὶ μηδ’ ὁτιοῦν ἔχον κοινὸν πρὸς αὐτά, καὶ δὴ καὶ τὸ ἄμικτον καὶ χωριστὸν ἐν τῷ εἶναί τε καὶ δύνασθαι καὶ ἐνεργεῖν κοινῶς νοούμενον, πάντα δὲ τὰ τοιαῦτα τοῖς θεοῖς ἀνατιθέναι ἄξιον. τὸ δ’ εἰς πλῆθος ἤδη διακρινόμενον καὶ δυνάμενον ἑαυτὸ διδόναι ἄλλοις, δεχόμενόν τε ἀφ’ ἑτέρων τὸ πέρας ἐν ἑαυτῷ, καὶ ἰκανὸν μὲν ἐν ταῖς διανομαῖς ὄν τῶν μεριστῶν, ὥστε καὶ ταῦτα ἀποπληροῦν, κινήσεως δὲ πρωτουργοῦ καὶ ζωοποιοῦ μέτοχον, κοινωνίαν τε ἔχον πρὸς ὅλα τὰ ὄντα καὶ τὰ γιγνόμενα, σύμμιξίν τε ἀπὸ πάντων παραλαμβάνον, καὶ σύγκρασιν ἀφ’ ἑαυτοῦ ἐπὶ πάντα παρεχόμενον, καὶ ταῦτα δι’ ὅλων τῶν ἐν ἑαυτῷ δυνάμεών τε καὶ οὐσιῶν καὶ ἐνεργειῶν διατεῖνον τὰ ἰδιώματα, τοῦτο δὴ πᾶν ἔμφυτον ταῖς ψυχαῖς ἀποδῶμεν ἀληθῆ λέγοντες.