Ἡμεῖς οὖν περὶ τὰ μὲν Ἀσσυρίων πάτρια δόγματα παραδώσομέν σοι μετ’ ἀκριβείας καὶ ἀληθείας τὴν γνώμην, τὰ δὲ ἡμέτερά σοι σαφῶς ἀποκαλύψομεν, τὰ μὲν ἀπὸ τῶν ἀρχαίων ἀπείρων γραμμάτων ἀναλογιζόμενοι τῇ γνώσει, τὰ δ’ ἀφ’ ὧν ὕστερον εἰς πεπερασμένον βιβλίον συνήγαγον οἱ παλαιοὶ τὴν ὅλην περὶ τῶν θείων εἴδησιν. Φιλόσοφον δ’ εἴ τι προβάλλεις ἐρώτημα, διακρινοῦμέν σοι καὶ τοῦτο κατὰ τὰς Ἑρμοῦ παλαιὰς στήλας, ἃς Πλάτων ἤδη πρόσθεν καὶ Πυθαγόρας διαναγνόντες φιλοσοφίαν συνεστήσαντο, τὰ δ’ ἀλλόφυλα ζητήματα ἢ ἀντιλογικὰ καὶ δυσεριστίαν τινὰ ἐμφαίνοντα πραῶς καὶ ἐμμελῶς παραμυθούμενοι· ἢ τὴν ἀτοπίαν αὐτῶν ἀποδείξομεν· καὶ ὅσα προχωρεῖ κατὰ τὰς κοινὰς ἐννοίας γνωρίμως πάνυ καὶ σαφῶς πειρασόμεθα διαλέγεσθαι, καὶ τὰ μὲν ἔργων θείων πείρας δεόμενα πρὸς ἀκριβῆ κατανόησιν (δυνατὸν μόνον διὰ λόγων) τὰ δὲ νοερᾶς θεωρίας πλήρη τε καθαιρεῖσθαι. σημεῖα δὲ αὐτῆς ἀξιόλογα δύναται φράζειν ἀφ’ ὧν δύνασαι καὶ σὺ καὶ οἱ σοὶ ὅμοιοι τῷ νῷ περιάγεσθαι περὶ τὴν οὐσίαν τῶν ὄντων, ὅσα δὲ τυγχάνει διὰ λόγων ὄντα γνωστὰ τούτων οὐδὲν ἀπολείψομεν εἰς τὴν τελείαν ἀπόδειξιν· τὸ δ’ οἰκεῖον ἐπὶ πᾶσιν ἀποδώσομέν σοι προσηκόντως, καὶ τὰ μὲν θεολογικὰ θεολογικῶς, θεουργικὰ δὲ θεουργικῶς ἀποκρινούμεθα, φιλοσόφως δὲ τὰ φιλόσοφα μετὰ σοῦ συνεξετάσομεν· καὶ τούτων μὲν ὅσα: εἰς τὰ πρῶτα αἴτια διήκει κατὰ τὰς πρώτας ἀρχὰς συνακολουθοῦντες εἰς φῶς προάξομεν, ὅσα δὲ περὶ ἠθῶν ἢ περὶ τελῶν εἴρηται κατὰ τὸν ἠθικὸν τύπον διατήσομεν δεόντως, καὶ τἄλλα ὡσαύτως κατὰ τὸν οἰκεῖον τρόπον ἐν τάξει διαθησόμεθα· ἤδη δὲ ἁψώμεθα τῶν σῶν ἐρωτήσεων.