ἐν δὲ τριπλασίῳ λόγῳ, ἵνα τὸ διὰ πασῶν καὶ διὰ πέντε συστῇ, ὁ λϛʹ πρὸς τὸν ιβʹ, ἐν δὲ τετραπλασίῳ, ἵνα τὸ δὶς διὰ πασῶν φανῇ, ὁ λϛʹ πρὸς θʹ, ἐν δὲ ἐπογδόῳ πρὸς τὴν τοῦ τονιαίου διαστήματος ἔμφασιν τὰ ιηʹ τοῦ ιϛʹ, ὡς προερρήθη. καὶ ἡ ἑτέρα δὲ πυθμενικὴ μεσότης ἡ βʹ γʹ ϛʹ αὐτόθεν μὲν ἔχει τὸν τριπλάσιον λόγον ἔν τε τοῖς ἄκροις πρὸς ἀλλήλους καὶ τὰς διαφορὰς πάλιν πρὸς ἀλλήλας, ἐν ᾧ λόγῳ ἐστὶν ἡ διὰ πασῶν καὶ διὰ πέντε μικτὴ συμφωνία, ὅπερ οὐχ ὑπῆρχε τῇ προτέρᾳ μεσότητι γʹ δʹ ϛʹ. εἰ δὲ καὶ πολλαπλασιάσαιμεν τούς τε ὅρους καθ’ ἑαυτοὺς καὶ ἐπ’ ἀλλήλους καὶ διαφορὰς καθ’ ἑαυτὰς καὶ ἐπὶ τοὺς ὅρους καὶ ἔτι ἐπ’ ἀλλήλας, φύσονται ἡμῖν πλείους συμφωνιῶν λόγοι, ὡς ἔνεστί τινα δι’ ἑαυτοῦ φιλοκαλήσαντα κατανοῆσαι. προσαρμοσθείη δ’ ἂν κἀπὶ ταύτης τῆς μεσότητος οἰκείως