XXI. Τελευταῖον δὴ τρόπον εἰς προτροπὴν τίθεμεν τὸν ἀπὸ τῶν συμβόλων, τὸν μὲν ἴδιον ὄντα τῆς αἱρέσεως 27. p. 105, 25 cf. p. 7, 18 sqq. 7 καταλύσει ci. Κ || 12 συλῆσαι, τοὐναντίον? Vitelli ||15 τοσούτων δὲ ἀγαθῶν ex Ciz K || 20 αὐτᾦ ] αὑτῶ || 26 προτροπὴν coni K: ἀποτροπὴν (similiter p 16, 1 ἀποτρέπει apographa). σεως καὶ ἀπόρρητον πρὸς τὰς ἄλλας ἀγωγάς, τὸν δὲ δημώδη καὶ κοινὸν πρὸς ἐκείνας, τρίτον δὲ παρʼ ἀμφότερα μέσον ἀμφοῖν οὔτε παντάπασι δημώδη οὔτε μὴν ἄντικρυς Πυθαγορικόν, ἀλλʼ οὐδὲ ἀπηλλαγμένον ὁλοσχερῶς ἑκατέρου. τῶν γὰρ λεγομένων Πυθαγορικῶν συμβόλων ὅσα ἂν ἀξιομνημόνευτα ἡμῖν φαίνηται καὶ τὸ προτρεπτικὸν εἶδος παραδεικνύῃ ἐκθέμενοι, διεγνώκαμεν ἐξήγησιν ποιήσασθαι τὴν πρέπουσαν αὐτῶν εἰς παράκλησιν, ἐκ τοῦ τοιούτου νομίζοντες πλήρη καὶ ἐντελεστέραν προτροπὴν εἰς φιλοσοφίαν ἐνήσειν τοῖς 130 A. ἐντευξομένοις μᾶλλον ἢ εἰ διὰ πλειόνων στίχων ποιοίμεθα 308 K. τὴν προτροπήν. καθὸ μὲν οὖν ἐξωτερικάς τινας ἐπιλύσεις καὶ κοινὰς πάσης φιλοσοφίας ἐντάξομεν αὐτῷ, κατὰ τοῦτο ἡγητέον αὐτὸ κεχωρίσθαι Πυθαγορικοῦ βουλήματος, καθὸ δὲ καὶ τὰς τῶν ἀνδρῶν τούτων κυριωτάτας περὶ ἑκάστου δόξας ἐγκαταμίξομεν, κατὰ τοῦτο πάλιν οἰκεῖον μὲν Πυθαγορικῶν, ἀλλότριον δὲ τῶν ἄλλων φιλοσόφων καλῶς ἔχει τίθεσθαι αὐτό. λεληθότως δέ, ὡς εἰκός, ἀποπαιδαγωγήσει μὲν τοῦτο ἡμᾶς ἀπὸ τῶν ἐξωτερικῶν ἐννοιῶν, προσάξει δὲ καὶ οἰκειώσει μάλιστα ταῖς προκειμέναις καὶ κατὰ τήνδε τὴν αἵρεσιν τεχνολογουμέναις παρακλήσεσιν, οἷά τις γέφυρα ἢ κλῖμαξ κάτωθεν ἄνω καὶ εἰς ὕψος ἐκ βάθους ἀνιμῶσα πολλοῦ καὶ ἀνάγουσα τὴν ἑκάστου τῶν γνησίως προσεξόντων διάνοιαν· εἰς γὰρ τὸ τοιοῦτο καὶ ἐμηχανήθη κατὰ μίμησιν καὶ ἀπόμαξιν τῶν προλεχθέντων. οἱ γὰρ παλαιότατοι καὶ αὐτῷ συγχρονήσαντες καὶ 27. p. 106, 12 cf. Vit. Pyth. 104 sq. (p. 76, 5—77, 9 Nauck). 14 αὐτὸ Scaliger; αὐτῶ || 27 συγχρονήσαντες hic codex: rectius συγχρονίσαντες Vit.Pyth. (cf. etiam supra p. 96, 5), at similiter (lamblich.? ) Theologum. Arithm. p 41, 29 Ast συνεχρόνει. μαθητεύσαντες τῷ Πυθαγόρᾳ οὐ τῇ κοινῇ καὶ δημώδει καὶ τοῖς ἄλλοις ἅπασιν εἰωθυίᾳ λέξει τε καὶ ἑρμηνείᾳ ἐποιοῦντο συνετὰ καὶ εὐνόητα τοῖς ἀπλῶς ἀκούουσιν 310 Κ. ἐξ ἐπιδρομῆς τε ἐντυγχάνουσιν, εὐπαρακολούθητα πειρώμενοι 131 A. τίθεσθαι τὰ φραζόμενα ὑπʼ αὐτῶν, ἀλλὰ κατὰ τὴν νενομοθετημένην αὐτοῖς ὑπὸ Πυθαγόρου ἐχεμυθίαν μυστηρίων καὶ πρὸς τοὺς ἀτελεστέρους τρόπων ἀπορ- ρήτων ἥπτοντο καὶ διὰ συμβόλων ἐπέσκεπον τὰς πρὸς ἀλλήλους διαλέξεις ἢ συγγραφάς. καὶ εἰ μή τις αὐτὰ τὰ σύμβολα ἐκλέξας διαπτύξειε καὶ ἀμώκῳ ἐξηγήσει περιλάβοι, γελοῖα ἂν καὶ γραώδη δόξειε τοῖς ἐντυγχάνουσι τὰ λεγόμενα λήρου μεστὰ καὶ ἀδολεσχίας. ἵνʼ οὖν τὰ ῥήματʼ ἐκφανῆ καὶ τὸ εἰς προτροπὴν αὐτῶν ὄφελος κατάδηλον γένηται, κατὰ τὸ ἐξωτερικόν τε ἅμα καὶ κατὰ τὸ ἀκροατικὸν ἀποδώσομεν ἑκάστου συμβόλου τὰς ἐπιλύσεις, μηδὲ τὰ παρʼ αὐτοῖς ἀπόρρητα καὶ ἐχεμυθούμενα πρὸς τοὺς ἀνεισάκτους παραλιπόντες ἀνεξέταστα. ἔστω δὲ τὰ φρασθησόμενα σύμβολα ταῦτα· α΄. Εἰς ἱερὸν ἀπιὼν προσκυνῆσαι μηδὲν ἄλλο μεταξὺ βιωτικὸν μήτε λέγε μήτε πράττε. βʹ. Ὁδοῦ πάρεργον οὔτε εἰσιτέον εἰς ἱερὸν οὔτε 312K προσκυνητέον τοπαράπαν, οὐδʼ εἰ πρὸς ταῖς θύραις 132 A αὐταῖς παριὼν γένοιο. γʹ. Ἀνυπόδητος θῦε καὶ προσκύνει. 19 sqq v.Goettling, Gesammte Abhandl. I278sqq. ll280 sqq Mullach, Philos. gr. Fragm. l 504 sqq. 7 θείων μυστηρίων et ἀτελέστους Vit. Pyth. || 9 ἀλλήλους et 11 δόξειε Vit. Pyth.: ἄλλους et δόξειαν || 10 τὰ σύμβολα delet Nauck || 13 ῥήματα Scaliger, τὰ addidit Κ: χρήματ χρήσιμʼ Rittershusius ad Porph. Vit Pyth. p. 61 Kust. (224 Kiessl.) 15 immo ἀκροαματικον || 21 εἰσιτέον p. 109, 10 et Vit. Pyth p. 77, 15 NΚ.: εἰσιτητέον || 24 θύε constanter. δʹ. Τὰς λεωφόρους ὁδοὺς ἐκκλίνων διὰ τῶν ἀτραπῶν βάδιζε. εʹ. Μελανούρου ἀπέχου· χθονίων γάρ ἐστι θεῶν. ϛʹ. Γλώσσης πρὸ τῶν ἄλλων κράτει θεοῖς ἑπόμενος. ζ΄. Ἀνέμων πνεόντων τὴν ἠχὼ προσκύνει. η΄. Πῦρ μαχαίρῃ μὴ σκάλευε. θʹ, Ὀξίδα ἀπὸ σεαυτοῦ ἀπόστρεφε πᾶσαν. ι΄. Ἀνδρὶ ἐπανατιθεμένῳ μὲν φορτίον συνέπαιρε, μὴ συγκαθαίρει δὲ ἀποτιθεμένῳ. ια΄. Εἰς μὲν ὑπόδησιν τὸν δεξιὸν πόδα προπάρεχε, εἰς δὲ ποδόνιπτρον τὸν εὐώνυμον. ιβ΄. Περὶ Πυθαγορείων ἄνευ φωτὸς μὴ λάλει. ιγʹ. Ζυγὸν μὴ ὑπέρβαινε. ιδ΄. Ἀποδημῶν τῆς οἰκίας μὴ ἐπιστρέφου Ἐρινύες γὰρ μετέρχονται. ιεʹ. Πρὸς ἥλιον τετραμμένος μὴ οὔρει. 314 Κ. ις΄. Δᾳδίῳ θᾶκον μὴ ἀπόμασσε. ιζ΄. Ἀλεκτρυόνα τρέφε μὲν μὴ θῦε δέ· μήνῃ γὰρ καὶ ἡλίῳ καθιέρωται. 133 Α. ιη΄. Ἐπὶ χοίνικι μὴ καθέζου. ιθʹ. Γαμψώνυχον μηδὲν παράτρεφε. κ΄. Ἐν ὁδῷ μὴ σχίζε. κα΄. Χελιδόνα οἰκίᾳ μὴ δέχου. κβ΄. Δακτύλιον μὴ φόρει. κγ΄. Θεοῦ τύπον μὴ ἐπίγλυφε δακτυλίῳ. κδ΄. Παρὰ λύχνον μὴ ἐσοπτρίζου. κε΄. Περὶ θεῶν μηθὲν θαυμαστὸν ἀπίστει, μηδὲ περὶ θείων δογμάτων. κϛ΄. Ἀσχέτῳ γέλωτι μὴ ἔχεσθαι. 6 μαχαίρῃ (sic) etiam p.112,24 || 10 ὑπόδησιν] cf.ad p.114, 6 || πάρεχε p. 114, 7 || 20 χοίνικι p. 116, 26: χοίνικα || 21 παράτρεφε p 117, 7: παράτρεχε. κζ΄. Παρὰ θυσίᾳ μὴ ὀνυχίζου. κη΄. Δεξιὰν μὴ παντὶ ῥᾳδίως ἔμβαλλε. κθ΄. Στρωμάτων ἀναστὰς συνέλισσε αὐτὰ καὶ τὸν τύπον συνστόρνυε. λ΄. Καρδίαν μή τρῶγε. λα΄. Ἐγκέφαλον μὴ ἔσθιε. λβʹ, Ἀποκαρμάτων σῶν καὶ ἀπονυχισμάτων κατάπτυε. 316 K. λγ΄. Ἐρυθῖνον μὴ προσλαμβάνου. λδ΄. Χύτρας ἴχνος ἀπὸ σποδοῦ ἀφάνιζε. λε΄. Χρυσὸν ἐχούσῃ μὴ πλησίαζε ἐπὶ τεκνοποιίᾳ. λϚ΄. Προτίμα τὸ σχῆμα καὶ βῆμα τοῦ σχῆμα καὶ 134 A. τριώβολον. λζ΄. Κυάμων ἀπέχου. λη΄. Μολόχην ἐπιφύτευε μέν, μὴ ἔσθιε δέ. λθ΄. Ἐμψύχων ἀπέχου. Ταῦτα δὴ πάντα κοινῶς μὲν προτρεπτικά ἐστι 318 K. πρὸς πᾶσαν ἀρετήν, κατʼ ἰδίαν δὲ ἕκαστα πρὸς ἑκάστην ἀρετήν· πρὸς μέρη τε φιλοσοφίας καὶ μαθήσεως ἄλλα ἄλλως προσοικειοῖ, οἷον εὐθὺς τὰ πρῶτα εἰς εὐσέβειαν καὶ τὴν θείαν ἐπιστήμην ἐστὶ παρακλητικά.