ϛʹ Γλώσσης πρὸ τῶν ἄλλων κράτει θεοῖς ἑπόμενος. πρῶτον γάρ ἐστι σοφίας ἔργον τὸ τὸν λόγον ἐπιστρέφειν εἰς ἑαυτὸν καὶ ἐθίζειν μὴ ἔξω προϊέναι, τελεοῦσθαί τε καθʼ ἑαυτὸν καὶ ἐν τῇ πρὸς ἑαυτὸν 140 A. ἐπιστροφῇ καὶ μετὰ τοῦτο ἐν τῷ τοῖς θεοῖς ἕπεσθαι· οὐδὲν γὰρ ἄλλο οὕτω τελειοῖ τὸν νοῦν ἢ ὅταν ἐπιστρεφόμενος εἰς ἑαυτὸν τοῖς θεοῖς συνακολουθῇ. ζʹ Τὸ δὲ ἀνέμων πνεόντων τὴν ἠχὼ προσκύνει καὶ αὐτὸ τῆς θείας σοφίας ἐστὶ γνώρισμα· αἰνίττεται γὰρ ὡς δεῖ τῶν θείων οὐσιῶν καὶ δυνάμεων τὴν ὁμοιότητα ἀγαπᾶν, καὶ ὅταν ἐνεργῶσι, τὸν 334 K. σύμφωνον πρὸς τὰς ἐνεργείας αὐτῶν λόγον μετὰ μεγάλης σπουδῆς τιμᾶν τε καὶ σέβειν.