δ΄ Οἶμαι δʼ ὅτι καὶ τὸ ἐπὶ τούτοις εἰς τὸ αὐτὸ συντείνει· 330 Κ. τὰς λεωφόρους ὁδοὺς ἐκκλίνων διὰ τῶν ἀτραπῶν βάδιζε. καὶ γὰρ τοῦτο τὴν μὲν δημώδη καὶ ἀνθρωπίνην ζωὴν ἀφιέναι παραγγέλλει, τὴν δὲ χωριστὴν καὶ θείαν μεταδιώκειν ἀξιοῖ, καὶ τὰ μὲν δοξάσματα τὰ κοινά φησι δεῖν ὑπερορᾶν, τὰ δὲ ἴδια 139 Α. καὶ ἀπόρρητα περὶ πολλοῦ ποιεῖσθαι, καὶ τὴν μὲν πρὸς ἀνθρώπους φέρουσαν τέρψιν ἀτιμάζειν, τὴν δὲ τῆς θείας βουλήσεως ἐχομένην εὐπραγίαν περὶ πολλοῦ ποιεῖσθαι, καὶ τὰ μὲν ἀνθρώπινα ἔθη ἐᾶν ὡς δημώδη, τὰς δὲ τῶν θεῶν θρησκείας ὡς ὑπερεχούσας τὴν δημώδη ζωὴν ἀνταλλάττεσθαι. ε΄ Συγγενὲς δʼ ἐστὶ τούτῳ καὶ τὸ ἐφεξῆς· μελανούρου 4 ἧς] ἣν? cf. v. 15 et p. 121, 6 || 24 ἀτιμάζειν A: ἀτιμάσειν. ἀπέχου· χθονίων γάρ ἐστι θεῶν. τὰ μὲν οὖν ἄλλα περὶ αὐτοῦ ἐν τῷ Περὶ συμβόλων ἐροῦμεν, ὅσα δὲ εἰς προτροπὴν ἁρμόζει, παραγγέλλει τῆς οὐρανίας πορείας ἀντέχεσθαι καὶ τοῖς νοεροῖς θεοῖς συνάπτεσθαι, τῆς τε ἐνύλου φύσεως χωρίζεσθαι καὶ 332 Κ. περιάγεσθαι πρὸς τὴν ἄυλον καὶ καθαρὰν ζωήν, θεῶν τε θεραπείᾳ χρῆσθαι τῇ ἀρίστῃ καὶ μάλιστα τοῖς πρωτίστοις θεοῖς προσηκούσῃ. Ταῦτα μὲν οὖν εἰς θεῶν γνῶσιν καὶ θρησκείαν ποιεῖται τὴν παράκλησιν, εἰς δὲ σοφίαν τὰ τοιαῦτα·