<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2023.tlg002.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="21"><div type="textpart" subtype="section" n="30"><p>λ΄ Τὸ δὲ καρδίαν μὴ τρῶγε σημαίνει τὸ μὴ δεῖν τὴν ἕνωσιν τοῦ παντὸς καὶ
                            τὴν σύμπνοιαν διασπᾶν, <note type="marginal">156 Α.</note> καὶ ἔτι
                            μᾶλλον τὸ μὴ ἴσθι βάσκανος, ἀλλὰ φιλάνθρωπος <lb n="5"/> καὶ κοινωνικός.
                            ἐκ δὲ τούτου φιλοσοφεῖν παραινεῖ· μόνη γὰρ αὕτη ἐπιστημῶν καὶ τεχνῶν
                            οὔτε ἐπιλυπεῖται ἀγαθοῖς ἀλλοτρίοις οὔτε ἐπιχαίρει κακοῖς τοῖς πέλας,
                            ἄτε φύσει συγγενεῖς καὶ οἰκείους ὁμοιοπαθεῖς τε καὶ κοινῇ ὑποκειμένους
                            τύχῃ ἀπροόρατόν τε τὸ μέλλον <lb n="10"/> ἔχοντας τοὺς ἀνθρώπους πάντας
                            ὁμαλῶς ἀποφαίνουσα· διόπερ συμπαθεῖς τε καὶ φιλαλλήλους παραγγέλλει
                            εἶναι, κοινωνικόν τε ὡς ἀληθῶς καὶ λογικὸν ζῷον.</p></div><div type="textpart" subtype="section" n="31"><p>λαʹ Τούτῳ δὲ ἔοικε καὶ τὸ ἐγκέφαλον μὴ ἔσθιε· καὶ γὰρ αὐτὸς οὗτος
                            ἡγεμονικόν ἐστι τοῦ φρονεῖν <lb n="15"/> ὄργανον. αἰνίττεται οὖν ὡς οὐ
                            δεῖ καλῶς βεβουλευμένα πράγματα καὶ δόγματα διασιλλαίνειν μηδὲ
                            διαδάκνειν, καλῶς δʼ ἂν εἴη βεβουλευμένα τὰ διὰ φρενῶν <note type="marginal">370 Κ.</note> καὶ τοῦ κατʼ αὐτὸ τὸ νοεῖν ἡγεμονικοῦ
                            συνεσκεμμένα, ἴσον τῷ ἐπιστημονικά. οὐ γὰρ διὰ τῶν τοῦ ἀλόγου <lb n="20"/> τῆς ψυχῆς εἴδους ὀργάνων, καρδίας καὶ ἥπατος, ἀλλὰ διὰ τοῦ καθαροῦ
                            τοῦ λογιστικοῦ τὰ τοιαῦτα ἐθεωρήθη· <note type="marginal">157 Α.</note>
                            διόπερ ἀβουλία τὸ ἀντικόπτειν αὐτοῖς. σέβεσθαι δὲ μᾶλλον κελεύει τὸ
                            σύμβολον τὴν τῶν φρενῶν πηγὴν καὶ τὸ τῷ νοεῖν προσεχέστατον ὄργανον, διʼ
                            οὗ θεωρίαν <lb n="25"/> τε καὶ ἐπιστήμην καὶ τὸ σύνολον σοφίαν κτώμεθα
                            καὶ ὡς ἀληθῶς φιλοσοφοῦμεν, καὶ μὴ συγχεῖν μηδὲ ἀφανίζειν τὰ διʼ αὐτοῦ
                            ἴχνη.</p><note type="footnote">8 τοῖς] τῶν coni. Gyraldus (Οpp. lI 481) et
                            Ritershusius p. 62 Κust.(227 Κiessl.): fortasse τοῖς τῶν || 22 ἐθεωρη ||
                            27 συγχεῖν Vulcanius: συνέχειν.</note><pb n="124"/></div></div></div></body></text></TEI>