κηʹ Τὸ δὲ δεξιὰν μὴ παντὶ ῥᾳδίως ἔμβαλλε μὴ 155 A. ὄρεγε ῥᾳδίως φησὶ δεξιάν, τουτέστι μὴ ἀνάσπα μηδὲ ἀνιμᾶν ἐπιχείρει δεξιὰν ὀρέγων τοῖς ἀνεπιτηδείοις καὶ ἀνοργιάστοις, ἔτι δὲ διὰ παιδευμάτων τε καὶ διδαγμάτων, ἃ πολλῷ χρόνῳ δοκιμασθεῖσιν ἀξίοις εἶναι τοῦ μεταλαβεῖν ἐγκρατείας τε καὶ πενταετοῦς σιωπῆς καὶ τῆς ἄλλης βασάνου μόγις δίδοται. κθ΄ Τὸ δὲ στρωμάτων ἐξαναστὰς συνέλισσε αὐτὰ καὶ τὸν τύπον συνστόρνυε τοῦτο παραγγέλλει, ὅτι φιλοσοφεῖν ἐπιβαλλόμενος νοητοῖς λοιπὸν καὶ ἀσωμάτοις προσοικείου σεαυτόν. ἐκ τοῦ οὖν τῆς ἀμαθίας ὕπνου καὶ νυκτοειδοῦς σκότους ἐξανιστάμενος μηδὲν συνεπισπῶ σεαυτῷ σωματικὸν εἰς τὸ τῆς φιλοσοφίας 5 προσοικειωμένοι(sic), cf. Kühner I 497 sq. || 6 γαμβροτιδεῖς ex apogr Ciz. K || 12 sq. ἔν γε θυσίαις, εἰ scripsit K: εἴ τε θυσίαις ἢ || 14 fort. ἀνανεοῦ || 15 παντὶ p. 108, 2: πάρϋ τι 18 ἔτι δὲ] λέγει δὲ? ῾ probabilius lacunam statuas ante ἔτι Vitelli. ἡμεροειδές, ἀλλὰ πάντα τὰ τοῦ ὕπνου ἐκείνου ἴχνη τῆς μνήμης τῆς σεαυτοῦ ἐκκάθαιρε καὶ ἐξαφάνιζε. 368 K.