<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2023.tlg002.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="21"><div type="textpart" subtype="section" n="26"><p>κϚ΄ Τὸ δὲ ἀσχέτῳ γέλωτι μὴ ἔχεσθαι δηλοῖ κρατεῖν τῶν παθῶν διὰ λόγου
                            φιλοσόφου ἐπέχειν τε τὸ <lb n="10"/> εὐμετάβλητον καὶ οὐ μόνιμον τῶν
                            ἀνθρωπίνων παθῶν· ὑπομίμνῃσκε δὲ σαυτὸν τοῦ ὀρθοῦ λόγου, μήτε ἄρα
                            εὐτυχίαις ἐπιχαυνοῦ μήτε συμφοραῖς συνταπεινοῦ ἐν οὐθετέρῳ μεταβολῆς
                            ἔννοιαν ὑπολογιζόμενος. τὸν δὲ γέλωτα ὑπὲρ πάντων τῶν παθῶν ὠνόμασεν,
                            ὅτι μόνος <lb n="15"/> μάλιστα ἐκφανῶς μηνύεται, ὥσπερ τι ἐπάνθημα
                            ὑπάρχων καὶ ἐπίφλεγμα μέχρι προσώπου τῆς διαθέσεως. ἴσως δὲ
                                <del>παραγγέλλει</del>, ἐπειδὴ ἀνθρώπου ἴδιον παρὰ τὰ ἄλλα ζῷα οὗτος
                            (ὁρίζονται γοῦν τινες ζῷον αὐτὸ γελαστικὸ εἶναι), δηλοῦται ὑπὸ τοῦ
                            παραγγέλματος τὸ μὴ <lb n="20"/>
                            <note type="marginal">154 A.</note> ἐπιμόνως καὶ ἀμεταβλήτως τῇ
                            ἀνθρωπότητι ἔμμενε, <note type="marginal">364 Κ.</note> ἀλλὰ μίμησιν
                            θεοῦ κατὰ τὸ δυνατὸν κτῶ φιλοσοφῶν καὶ τοῦ ἰδιώματος τούτου τῶν ἀνθρώπων
                            ὑπεκχωρῶν προκρίνων τε τὸ λογικὸν τοῦ γελαστικοῦ εἰς διάκρισιν καὶ
                            διαφορὰν πρὸς τὰ λοιπὰ ζῷα.</p><lb n="25"/></div><div type="textpart" subtype="section" n="27"><p>κζ΄ Τὸ δὲ παρὰ θυσίᾳ μὴ ὁνυχίζου περὶ φιλίας ἐστὶ προτρεπτικόν· τῶν γὰρ
                            οἰκείων καὶ προσηκόντων <note type="footnote">4—8 Τὸ δὲ — ἀποδείξεις] ῾
                                Per auctoris nostri negligentiam factum videtur ut quae supra [ p.
                                110, 6 sqq.] copiosius sunt explicata hic brevissimis repetanturʼ
                                adnotat K: equidem deleverim || 7 ἔχων] fort. ἤγουν; cf. p. 111, 15
                                || 18 παραγγέλλει delevit Scaliger || 19 αὐτὸν emendat K.</note>
                            <pb n="122"/> ἡμῖν ἐξ αἵματος οἱ μὲν ἔγγιστα γένους εἰσὶν ἀδελφοὶ καὶ
                            τέκνα καὶ γονεῖς, ἐοικότες τοῖς μέρεσιν ἡμῶν ἅπερ ἀφαιρεθέντα ἄλγημα οὐ
                            τὸ τυχὸν παρέχει καὶ κολούρωσιν, οἷον δάκτυλοι χεῖρες ὦτα ῥὶν καὶ τὰ
                            ὅμοια· οἱ <lb n="5"/> δʼ ἐξ ἀποστήματος πολλοῦ προσῳκειωμένοι, οἷον
                            ἀνεψιάδαι ἢ πατραδέλφων γαμβροντιδεῖς ἢ τοιοῦτοί τινες, ἐοίκασιν ἑκάστου
                            ἡμῶν τοῖς μέρεσιν ὧν τεμνομένων ἄλγησις οὐδεμία παραγίνεται, οἷον θριξὶ
                            καὶ ὄνυξι καὶ τοῖς ὁμοίοις. βουλόμενος οὖν ἐκείνους τοὺς συγγενεῖς <lb n="10"/> δηλῶσαι τοὺς παρὰ τὸν ἄλλον χρόνον ἠμελημένους διὰ τὴν
                            ἀπόστασιν, τοῖς ὄνυξιν ἐχρήσατο καὶ εἶπε· μὴ ἀποτίθεσο παντάπασι
                            τούτους, ἀλλʼ ἔν γε θυσίαις, εἰ καὶ τῷ ἄλλῳ χρόνῳ παρημελήθησαν, πρόσαγε
                                <note type="marginal">366 K.</note> αὐτοὺς σαυτῷ καὶ ἀνανέου τὴν
                            οἰκειότητα.</p></div></div></div></body></text></TEI>