κδ΄ Τὸ δὲ παρὰ λύχνον μὴ ἐσοπτρίζου Πυθαγορικώτερον συμβουλεύει τὸ φιλοσόφει μὴ προστρέχων μὴ ταῖς κατʼ αἴσθησιν φαντασίαις, αἵτινες φῶς μέν τι περὶ τὰς καταλήψεις ποιοῦσι, λυχνοειδὲς μέντοι καὶ οὐχὶ φυσικὸν οὐδὲ ἀληθές, ἀλλὰ μᾶλλον ταῖς κατὰ τὸ νοητικὸν ἐπιστημονικαῖς, ἀφʼ ὧν λαμπροτάτη τις εὐαυγία καὶ ἀδιάπταιστος περὶ τὸ τῆς ψυχῆς ὄμμα συνίσταται ἐξ ἁπάντων τῶν νοημάτων καὶ τῆς περὶ ταῦτα θεωρίας, ἀλλʼ οὐκ ἐκ τῶν σωματικῶν καὶ αἰσθητῶν· ἐν συνεχεῖ γὰρ ταῦτα ῥύσει καὶ μεταβολῇ πολλάκις 10 προσδεδέσθαι Vitelli: προσδέχεσθαι || 14 ὡς ἂν εἴ || 20 alterum μὴ delendum || 24 λαπρο΄ (h. e. proparoxyton.) 26 lacunam signavi. ἐδηλώθη κατʼ οὐδένα τρόπον μόνιμα καὶ τὰ αὐτὰ ἑαυτοῖς 153 A. ὑπάρχοντα, ἵνα καὶ βεβαίαν ἐπιστημονικήν τε ὑπομείνῃ κατάληψιν καὶ ἐπίγνωσιν ὡς ἐκεῖνα. κε΄ Τὸ δὲ περὶ θεῶν μηδὲν θαυμαστὸν ἀπίστει 362 Κ. μηδὲ περὶ θείων δογμάτων προτρέπει μετιέναι καὶ κτᾶσθαι ἐκεῖνα τὰ μαθήματα, διʼ ἃ οὐκ ἀπιστήσεις οὐκέτι περὶ θεῶν καὶ περὶ θείων δογμάτων ἔχων τὰ μαθήματα καὶ τὰς ἐπιστημονικὰς ἀποδείξεις.