κβʹ Τὸ δὲ δακτύλιον μὴ φόρει ἀκολούθως τῷ Πυθαγορικῷ ἀρέσκοντι ἕλκομεν εἰς τὴν παράκλησιν οὕτως· ἐπεὶ δεσμοῦ τρόπῳ περίκειται τοῖς φοροῦσιν ὁ δακτύλιος, ἴδιον ἔχων τὸ μὴ ἄγχειν μηδὲ κακουχεῖν ἀλλά πως ἁρμόζειν καὶ προσφυῶς ἔχειν, δεσμὸς δὲ τοιοῦτός τις καὶ τὸ σῶμα τῇ ψυχῇ ὑπάρχει, τὸ οὖν δακτύλιον μὴ φόρει φιλοσόφει φησὶν ὡς ἀληθῶς 151 A. καὶ χώριζε τοῦ περικειμένου δεσμοῦ τὴν ψυχήν· μελέτη γὰρ θανάτου καὶ χωρισμὸς ψυχῆς ἀπὸ σώματος ἡ φιλοσοφία. τὴν ἄρα Πυθαγορικὴν μέτιθι σπουδῇ μεγάλῃ, τὴν ἀφιστᾶσαν ἑαυτὴν διὰ τοῦ νοῦ ἀπὸ σωματικῶν πάντων καὶ περὶ τὰ νοητὰ καὶ ἄυλα διὰ τῶν θεωρητικῶν μαθημάτων καταγιγνομένην· ἀλλὰ καὶ ἀπόλυε σαυτοῦ τὰ ἁμαρτήματα καὶ ἀνθολκὰ καὶ κωλυσιεργὰ 358 Κ. τοῦ φιλοσοφεῖν σαρκὸς ἀσχολήματα τροφάς τε ὑπερβαλλούσας καὶ πληθώρας ἀκαίρους, δεσμοῦ τρόπον τὸ 1 τῇ 〈τῶν〉 οὐκ Κ || 27 ἀνθουλκὰ. σῶμα καταλαμβανούσας νοσοκομίας τε καὶ ἀσχολίας ἀδιαλείπτους ἐμποιούσας. κγ΄ Τὸ δὲ θεοῦ τύπον μὴ ἐπίγλυφε δακτυλίῳ κατὰ τὴν προλεχθεῖσαν ἔννοιαν προτροπῇ χρῆται τοιᾷδε· φιλοσόφει καὶ ἀσωμάτους πρὸ παντὸς ἡγοῦ θεοὺς ὑπάρχειν· τὸ γὰρ κυριώτατον ῥίζωμα τῶν Πυθαγορικῶν δογμάτων τοῦτʼ ἐστίν, ἐξ οὐ τὰ πάντα σχεδὸν ἤρτηται καὶ ὑφʼ οὗ μέχρι τέλους κρατύνεται· μὴ νόμιζε δὲ μορφαῖς αὐτοὺς κεχρῆσθαι ὅσαι εἰσὶ σωματικαί, μηδὲ προσδεδέσθαι ὑποστάσει ὑλικῇ καὶ οἷον δεσμῷ ὑλικῷ σώματι, ὥσπερ τὰ ἄλλα ζῷα. αἱ δὲ ἐπὶ δακτυλίοις γλυφαὶ τόν τε δεσμὸν διʼ αὐτοῦ τοῦ δακτυλίου ἐμφαίνουσι καὶ τὴν σωματότητα τό τε αἰσθητὸν εἶδος 152 Α. καὶ ὡσανεί τινος τῶν ἐπὶ μέρους ζῴων διὰ τῆς γλυπτῆς προσόψεως, ἧς χωριστέον μάλιστα τὸ τῶν θεῶν γένος ὡς ἀίδιόν τε καὶ νοητὸν καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἀεὶ ἔχον, ὡς ἐν τῷ Περὶ θεοῦ ἰδίως καὶ 360 Κ πληρέστατα τεχνολογεῖται.