κ΄ Τὸ δὲ ἐν ὁδῷ μὴ σχίζε δηλοῖ ὅτι ἕν μὲν τὸ 352 K. ἀληθές, πολυσχιδὲς δὲ τὸ ψεῦδος· δῆλον δὲ ἐκ τοῦ τὸ μέν τι ἕκαστον μοναχῶς λέγεσθαι εἴπερ ὑγιῶς λέγοιτο, τὸ δέ τι οὐχὶ ἕκαστον ἀπείροις τρόποις. ὁδὸς δὴ ἡ φιλοσοφία δοκεῖ εἶναι. λέγει οὖν ὅτι αἱροῦ φιλοσοφίαν ἐκείνην καὶ τὴν ἐπὶ σοφίαν ὁδόν, ἐν ᾗ οὐ σχίσεις οὐδὲ ἀντιλεγόμενα δογματίσεις, ἀλλὰ ἑστῶτα καὶ τὰ αὐτὰ ἑαυτοῖς ἀποδείξει ἐπιστημονικῇ βεβαιωθέντα διὰ μαθημάτων καὶ θεωρίας, ὅ ἐστι Πυθαγορικῶς φιλοσόφει. δύναται δὲ καί, — ἐπειδὴ ἡ διὰ τῶν 149 Α. σωματικῶν καὶ αἰσθητῶν χωροῦσα φιλοσοφία, ᾗ οἱ νεώτεροι κατακόρως χρῶνται καὶ τὸν θεὸν καὶ τὰς ποιότητας καὶ τὴν ψυχὴν καὶ τὰς ἀρετὰς καὶ ἀπλῶς πάντα τὰ ἐν τοῖς οὖσιν αἴτια κυριώτατα νομίζοντες σῶμα εἶναι, εὐολίσθητός ἐστι καὶ εὐανάτρεπτος, ὡς δηλοῦσιν αἰ τῶν δοκούντων τι λέγειν περὶ αὐτῆς ποικιλώταται ἐπιχειρήσεις· ἡ δὲ διὰ τῶν ἀσωμάτων καὶ νοητῶν ἀύλων τε καὶ ἀιδίων τὴν προχώρησιν ποιουμένη, 354 K. τῶν τε ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχόντων καὶ οὐδέποτε ὅσον ἐπʼ αὐτοῖς φθορὰν ἢ μεταβολὴν ἐπιδεχομένων, ὁμοία τοῖς ὑποκειμένοις ἀδιάπτωτός ἐστι καὶ εὐσταθής, ἑδραίας καὶ ἀκλινοῦς ἀποδείξεως δημιουργός, — συμβουλεύει τοίνυν ἡμῖν τὸ παράγγελμα, ἐπειδὰν φιλοσοφῶμεν καὶ τὴν δηλουμένην ὁδὸν ἀνύωμεν, ψεύγειν μὲν τὴν τῶν σωματικῶν καὶ πολυσχιδῶν ἐπιβολὴν καὶ ἀποδοχήν, προσοικειοῦσθαι δὲ τῇ τῶν 10 σχίσεις Vulcanius: σχίσις || 20 διὰ addidit K. ἀσωμάτων οὐσίᾳ τῇ οὐκ ἔστιν ὅτε οὐχὶ ἑαυτοῖς ὁμοίων διατελούντων διὰ τὴν ἐνυπάρχουσαν αὐτοῖς φύσει ἀλήθειαν καὶ ἀδιαπτωσίαν. 150 Α. κα΄ Τὸ δὲ χελιδόνα οἰκίᾳ μὴ δέχου συμβουλεύει· ῥᾴθυμον καὶ μὴ διηνεκῶς φιλοπονοῦντα μηδὲ ἐπίμονον αἱρετιστὴν καὶ γνώριμον εἰς τὰ σὰ δόγματα μὴ ἐπιδέχου, δεόμενα συνεχοῦς καὶ εὐτονωτάτης προσοχῆς καὶ φερεπονίας διὰ τὴν τῶν ἐν αὐτοῖς ποικίλων μαθημάτων 356 Κ. ἐξαλλαγὴν καὶ περιπλέκειαν. εἰκόνι δὲ ῥᾳθυμίας καὶ ἐγκοπῆς χρόνων χελιδόνι κέχρηται, ὅτι μέρος τι τοῦ ἐνιαυτοῦ αὕτη ἐπιφοιτᾷ ἡμῖν καὶ ὡσανεὶ ἐπιξενοῦται πρὸς βραχὺν καιρόν, τὸ δὲ πλεῖον ἀφίσταται καὶ ἀφανὴς ἡμῖν ὑπάρχει.