<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2023.tlg002.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="21"><div type="textpart" subtype="section" n="18"><p>ιη΄ Τὸ δὲ ἐπὶ χοίνικι μὴ καθέζου Πυθαγορικώτερον ἐκδέξαιτʼ ἄν τις ἐκ τῶν
                            αὐτῶν τοῖς ἄνωθεν ὁρμώμενος. <note type="footnote">1 τὸ addidit K || 3
                                τάχιστον ex apogr. Ciz. K || 8 ζωωδίας Scaliger: ξυνωδίας 13
                                ἐπιτρέφειν et περιορᾶν (cf. Cobet Obs. ad Dionys. Hal. p. 13)
                                requirit Vitell || 21 ὄντως et 23 ἐναργέστερα A || 25 ἄρα addidit
                                K.</note>
                            <pb n="117"/>
                            <note type="marginal">147 A.</note> ἐπεὶ γὰρ σωματότητι καὶ ζῳωδίᾳ καὶ
                            οὐ χοίνικι μετρητή ἐστιν ἡ τροφή, μὴ ἠρέμει μηδʼ ἀμύητος φιλοσοφίας
                            διατέλει, ἀλλʼ εἰς ταύτην σαυτὸν δοὺς ἐκείνου μᾶλλον προνοοῦ τοῦ ἐν σοὶ
                            θεοειδεστέρου, ὅ ἐστι ψυχή, καὶ πολὺ πρότερον τοῦ ἐν ταύτῃ νοῦ, ὧν τροφὴ
                            οὐ <lb n="5"/> χοίνικι ἀλλὰ θεωρίᾳ καὶ μαθήσει μετρεῖται.</p></div><div type="textpart" subtype="section" n="19"><p>ιθ΄ Τὸ δὲ γαμψώνυχον μηδὲν παράτρεφε Πυθαγορικώτερον συμβουλεύει·
                            κοινωνικὸς ἴσθι, μεταδοτικός, <note type="marginal">350 Κ.</note> καὶ
                            τοὺς ἄλλους τοιούτους εἶναι παρασκεύαζε, διδόναι τι καὶ δέχεσθαι
                            ἀκακοήθως καὶ ἀφθόνως ἐθίτικός, <lb n="10"/> ἀλλὰ μὴ πάντα μὲν λαμβάνειν
                            ἀπλήστως, διδόναι δὲ μηδέν. ἡ γὰρ τῶν γαμψωνύχων φυσικὴ διοργάνωσις
                            λαβεῖν μὲν τάχιστα καὶ ῥᾳδίως δεδημιούργηται, ἀφεῖναι δὲ ἢ μεταδοῦναι
                            οὐκέτι διὰ τὴν ἔνστασιν ἀγκύλων ὄντων τῶν ὀνύχων, ὃν τρόπον καὶ αἰ
                            κρεάγραι <lb n="15"/> πεφύκασιν ἐπισπᾶσθαι μὲν τάχιστα, ἀφιέναι δὲ
                            δυσχερῶς, εἰ μή τις ἄρα ὑπερεπικλίνῃ αὐτὰς ἀναστρέφων. προσαρτηθεισῶν δὴ
                            ἡμῖν ὑπὸ τῆς φύσεως τῶν χειρῶν, ἵνα διʼ αὐτῶν διδῶμέν τε καὶ δεχώμεθα
                            κατὰ τὸν <note type="marginal">148 Α.</note> κοινωνικὸν λόγον, καὶ τῶν
                            δακτύλων ἁπλῶν πως καὶ <lb n="20"/> οὐκ ἀγκύλων αὐταῖς προσπεφυκότων, οὐ
                            μιμητέον ἐν τοῖς τοιούτοις τὰ γαμψώνυχα ἑτέρῳ τρόπῳ δημιουργηθέντα ὑπὸ
                            τοῦ πλάσαντος, ἀλλὰ μᾶλλον κοινωνητέον ἀλλήλοις καὶ μεταληπτέον,
                            προτρεπομένους εἰς τὸ τοιοῦτον ὑπʼ αὐτῶν τῶν τὰ ὀνόματα τιθεμένων, οἳ
                            τὴν <lb n="25"/> δεξιὰν τῶν χειρῶν ἐντιμοτέραν ὠνόμασαν οὐ μόνον ἀπὸ τοῦ
                            δέχεσθαι, ἀλλὰ καὶ ἀπὸ τοῦ δεκτὴν ὑπάρχειν ἐν τῷ μεταδιδόναι.
                            δικαιοπραγητέον ἄρα, διὰ δὲ τοῦτο <note type="footnote">4 θεοειδεστάτου
                                Rittershusius ad Porph. Vit. Pyth. p. 63 Kuster: cf. supra p. 15, 14
                                et 36, 11 || 8 〈καὶ〉 μεταδοτικός A. 28 τοῦτο ex apogr. Paris. K:
                                τουʹ (═ τούτου).</note>
                            <pb n="118"/> φιλοσοφητέον· ἀμοιβὴ γάρ τις καὶ ἀνταπόδοσις ἡ δικαιοσύνη,
                            τὸ πλεονάζον καὶ ἐλλιπὲς ἀνταποδιδοῦσα διʼ ἀντισώσεως.</p></div></div></div></body></text></TEI>