ιϚ΄ Τὸ δὲ αὐτὸ παραγγέλλει καὶ τὸ δᾳδίῳ θᾶκον μὴ ἀπόμασσε. οὐ γὰρ μόνον ἐπεὶ καθαρτικὸν τὸ δᾳδίον τῷ ταχίστου καὶ πλείστου μεθεκτικὸν εἶναι 346 Κ. πυρός, ὥσπερ τὸ λεγόμενον θεῖον, παραινεῖ μὴ μιαίνειν αὐτὸ φύσει μιασμῶν ἀποσοβητικὸν ὑπάρχον, μηδʼ ἀντιμάχεσθαι τῇ φυσικῇ ἐπιτηδειότητι αὐτοῦ μολύνοντα τὸ μολυσμῶν κωλυτικόν, ἀλλὰ μᾶλλον μὴ μίσγειν μηδὲ κατακιρνᾶν τὰ σοφίας ἴδια τοῖς τῆς ζῳωδίας· δᾳδίον μὲν γὰρ διὰ τὴν εὐφέγγειαν φιλοσοφίᾳ παρα βέβληται, θᾶκος δὲ διὰ τὴν χαμαιπέτειαν ζῳωδίᾳ. ιζ΄ Τὸ δὲ ἀλεκτρυόνα τρέφε μέν, μὴ θῦε δέ· 146 Α. μήνῃ, γὰρ καὶ ἡλίῳ καθιέρωται συμβουλεύει ἡμῖν ὑποτρέφειν καὶ σωματοποιεῖν καὶ μὴ παρορᾶν ἀπολλύμενα καὶ διαφθειρόμενα τὰ τῆς τοῦ κόσμου ἑνώσεως καὶ ἀλληλουχίας συμπαθείας τε καὶ συμπνοίας μεγάλα τεκμήρια. ὥστε προτρέπει τῆς τοῦ παντὸς θεωρίας καὶ φιλοσοφίας ἀντιλαμβάνεσθαι. ἐπεὶ γὰρ ἀπόκρυφος φύσει ἡ περὶ τοῦ παντὸς ἀλήθεια, καὶ δυσθήρατος ἱκανῶς· ζητητέα δὲ ὅμως ἀνθρώπῳ καὶ ἐξιχνευτέα μάλιστα διὰ φιλοσοφίας. διὰ γὰρ ἄλλου τινὸς ἐπιτηδεύματος οὕτως ἀδύνατον· αὕτη δὲ μικρά τινα ἐναύσματα παρὰ 348 Κ. τῆς φύσεως λαμβάνουσα καὶ ὡσανεὶ ἐφοδιαζομένη ζωπυρεῖ τε αὐτὰ καὶ μεγεθύνει καὶ ἐνεργέστερα διὰ τῶν παρʼ αὐτῆς μαθημάτων ἀπεργάζεται. φιλοσοφητέον ἄρα ἂν εἴη.