αʹ Τὸ γὰρ εἰς ἱερὸν ἀπιόντα προσκυνῆσαι μηδὲν ἄλλο μεταξὺ βιωτικὸν μήτε λέγειν μήτε πράττειν τηρεῖ τὸ θεῖον ᾗπέρ ἐστι καθʼ αὐτὸ ἀμιγὲς ἄχραντον, τῷ τε καθαρῷ τὸ καθαρὸν ἐθίζει συνάπτειν 320 K. καὶ ποιεῖ μηδὲν ἐφέλκεσθαι ἀπὸ τῶν ἀνθρωπίνων εἰς 1 θυσίᾳ p. 121, 26: θυσίαν || 4 συστόρνυε hic et p. 122, 23 scr. K || 8 ἐρυθρῖνον scr. K, at cf. p. 124, 10. Lobeck, Pathol. Prol. p. 207 sq. contra Vit. Pyth. 24,109 (p.80, 6 Nk.) codex habet ἐρυθρῖνον || 11 sq. τοῦ σχήματος καὶ τριωβόλου perperam Mullach: cf. Nauck Vit. Pyth. p. 18, 11 sqq. (Goettl. op. c. p. 294 sqq .). Procl. in Eucl. p.84 Friedl. || 17 δὲ scripsit Vitelli: γὰρ || 17 sq. πρὸς ἑκάστην ἀρετὴν καὶ πρὸς μέρη τῆς φιλοσοφίας perperam 18 τὲ || 21 marg. ἀνάπτυξις τῶν Πυθαγορικῶν συμβόλων. τὴν θείαν θρησκείαν· πάντα γὰρ ἀλλότριά ἐστι καὶ ἐναντίως πρὸς αὐτὴν ἔχει. τὸ δʼ αὐτὸ καὶ πρὸς ἐπιστήμην 135 A. μεγάλα συμβάλλεται· οὐδὲν γὰρ δεῖ πρὸς τὴν θείαν ἐπιστήμην προσφέρειν τοιοῦτον, οἷόν ἐστιν ἀνθρώπινον διανόημα ἢ βιωτικῆς φροντίδος ἐχόμενον. οὐδὲν οὖν ἄλλο παρακελεύεται ἐν τούτοις ἢ τοὺς λόγους τοὺς ἱεροὺς καὶ τὰς θείας πράξεις μὴ συμμιγνύναι τοῖς ἀνθρωπίνοις ἀστάτοις ἤθεσι. β΄ Τούτῳ δὲ συνῳδόν ἐστι καὶ τὸ ἑξῆς τὸ ὁδοῦ πάρεργον οὐκ εἰσιτέον εἰς ἱερὸν οὐδὲ προσκυνητέον τοπαράπαν, οὐδʼ εἰ πρὸς ταῖς θύραις αυταῖς παριὼν γένοιο. εἰ γὰρ ὁμοίῳ τὸ ὅμοιον φίλον τέ ἐστι καὶ προσήγορον, δῆλον ὅτι καὶ ἀρχηγικωτάτην οὐσίαν ἐχόντων τῶν θεῶν ἐν τοῖς ὅλοις, 322 Κ. προηγουμένην αὐτῶν δεῖ ποιεῖσθαι τὴν θεραπείαν· εἰ δʼ ἄλλου τις ἕνεκα αὐτὴν ποιοῖτο, δεύτερον οὕτω θήσεται τὸ πάντων προηγούμενον καὶ ἀναστρέψει τὴν ὅλην τάξιν τῆς ὅλης θεραπείας τε καὶ γνώσεως. ἔτι γὰρ τὰ τίμια ἀγαθὰ οὐ δεῖ τῶν ἀνθρωπίνων χρησίμων ἐν ὑστέρᾳ μοίρᾳ τίθεσθαι, οὐδὲ ἐν τέλους μὲν τάξει τὰ ἡμέτερα, ἐν προσθήκης δὲ μέρει τὰ κρείττονα οὔτε ἔργα οὔτε διανοήματα. 136 Α.