ζήτει θεοῦ σοι χρηστότητα χρηστὸς ὤν. ἡ σὰρξ κρατείσθω καὶ δαμαζέσθω καλῶς. θυμὸν χαλίνου, μὴ φρενῶν ἔξω πέσῃς. ἵστη μὲν ὄμμα, γλῶσσα δὲ στάθμην ἔχοι. κλεὶς ὠσὶ κείσθω, μηδὲ πορνεύοι γέλως.