Βούλει σοι καὶ τὰς τῶν ἄλλων ζώων διαφορὰς πρός τε ἡμᾶς καὶ πρὸς ἄλληλα, φύσεις τε καὶ γενέσεις καὶ ἀνατροφάς, καὶ χώρας, καὶ ἤθη, καὶ οἷον πολιτείας καταριθ- μήσωμαι; πῶς τὰ μὲν ἀγελαῖα, τὰ δὲ μοναδικά; τὰ μὲν ποηφάγα, τὰ δὲ σαρκοβόρα; τὰ μὲν θυμοειδῆ, τὰ δὲ ἥμερα; τὰ μὲν φιλάνθρωπα καὶ σύντροφα, τὰ δὲ ἀτίθασσα καὶ ἐλεύθερα; καὶ τὰ μὲν οἷον ἐγγύτερα λόγου τε καὶ μαθήσεως, τὰ δὲ παντελῶς ἄλογα καὶ ἀμαθέστατα; τὰ μὲν πλειόνων αἰσθήσεων, τὰ δὲ ἐλαττόνων; τὰ μὲν ἀκίνητα, τὰ δὲ μεταβατικά; τὰ μὲν ταχύτατα, τὰ δὲ παχύτατα; τὰ μὲν ὑπερβάλλοντα μεγέθει καὶ κάλλει ἢ τῷ ἑτέρῳ τούτων, τὰ δὲ βραχύτατα ἢ δυσειδέστατα ἢ καὶ ἀμΦότερα; τὰ μὲν ἄλκιμα, τὰ δὲ ἀσθενῆ; τὰ μὲν ἀμυντικά, τὰ δὲ ὕποπτα καὶ ἐπίβουλα; τὰ μὲν φυλακτά, τὰ δὲ ἀφύλακτα; τὰ μὲν φίλεργα καὶ οἰκονομικά, τὰ δὲ παντάπασιν ἀργὰ καὶ ἀπρονόητα; καὶ ἔτι πρὸ τούτων, πῶς τὰ μὲν ἑρπυστικά, τὰ δὲ ὄρθια; τὰ μὲν φιλόχωρα, τὰ δὲ ἀμΦίβια; τὰ μὲν φιλόκαλα, τὰ δὲ ἀκαλλώπιστα; συζυγῆ τε καὶ ἀζυγῆ; 23. 1 διαΦορας] ἀναστροφὰς ’Reg. a' || 3 καταριθμησωμαι] σομαι df: -σωμεν e || 10 τὰ μὲν ταχύτατα τὰ δε παχυτατα] τὰ μὲν ταχύτατα tantum a: τὰ μὲν παχυτατα tantum b: τὰ ’δε ταχύτατα tantum cdef || 1 1 και] η e || 13 τὰ μὲν αλκιμα] τὰ ’δε αλκ. e ΙΙ τὰ μὲν αμυντικα] τὰ ’δε ἁμ. a || 14 om τὰ μὲν φυλακτὰ bef || 16 ερπιστικα ab: ερπηστικα def || 17 τὰ μὲν φιλόχωρα, τὰ ’δε φίλ’. c 23. Hcnv wonderful the variety of the beasts! 6. ἀτίθασσα] or ἀτίθασα, ἵκοι disposed to be tamed'; ἐλεύθερα, cp. Job xxxix 5. 17. Φιλόχωρα] ‘attached to a place'; it seems an imperfect antithesis to ἀμφίβια, but prob. Gr. means that the latter class are so little attached to a place that they are indifferent even to an element. 18. φιλόκαλα] Gr. seems to be anticipating what he says in § 24 about the peacock; it would not be easy to point to a quadruped which is markedly φιλόκαλον unless Gr. refers to such things as the way in which a cat washes itself. Isocrates advises a man to be φιλόκαλος in regard to his dress, but not καλλωπιστής, which he says would be περίεργον. Ἀκαλ- λώπ. cannot mean ‘unadorned, which would be no antithesis to Φιλόκ., but ‘not given to adorning themselves.’ σώφρονά τε καὶ ἀκόλαστα; πολύγονά τε καὶ οὐ πολύΥονα; μακρόβιά τε καὶ ὀλιγόβια; κάμνοι ἃν ἡμῖν ὁ τοῖς κατὰ μέρος ἐπεξιών.