Ἀνιόντι δέ μοι προθύμως ἐπὶ τὸ ὄρος, ἢ τό γε ἀληθέστερον εἰπεῖν, προθυμουμένῳ τε ἅμα καὶ ἀγωνιῶντι, τὸ μὲν διὰ τὴν ἐλπίδα, τὸ δὲ διὰ τὴν ἀσθένειαν, ἵνα τῆς νεφέλης εἴσω γένωμαι, καὶ θεῷ συγγένωμαι τοῦτο γὰρ κελεύει θεός), εἰ μέν τις Ἀαρών, συνανίτω καὶ στηκέτω πλησίον, κἂν ἔξω μένειν τῆς νεφέλης δέῃ, τοῦτο δεχόμενος. εἰ δέ τις Ναδάβ, ἢ Ἀβιούδ, ἢ τῆς γερουσίας, ἀνίτω μέν, ἀλλὰ στηκέτω πόρρωθεν, κατὰ τὴν ἀξίαν τῆς καθάρσεως. εἰ δέ τις τῶν πολλῶν καὶ ἀναξίων ὕψους τοιούτου καὶ θεωρίας, εἰ μὲν ἄναγνος πάντῃ, μηδὲ προσίτω, οὐ γὰρ ἀσφαλές· εἰ δὲ πρόσκαιρα γοῦν ἡγνισμένος, κάτω μενέτω, καὶ μόνης ἀκουέτω τῆς φωνῆς καὶ τῆς σάλπιγγος, τῶν ψιλῶν τῆς εὐσεβείας ῥημάτων· καπνιζόμενόν τε τὸ ὄρος βλεπέτω καὶ καταστραπτόμενον, ἀπειλήν τε ὁμοῦ καὶ θαῦμα τοῖς ἀνιέναι μὴ δυναμένοις. εἰ δέ τις θηρίον ἐστὶ 3 τῆς μιας] μιᾶς τῆς d 2. 8 ασθενειαν] ἀλήθειαν cd ’Or. I1’ || 15 προσίτω οὐ γὰρ] προσιτετω οὐδὲ γὰρ ’Or. I’ ǁ 18 καπνιζόμενον τε] και καπν. c: om τε e || 19 βλεπέτω] ’in nonnullis βλεπων’ 4. ἑνικῶς ἑνικῶς κτλ.] ‘an illumination which, though one, comes in three different modes, and which, though coming in different modes, is united.’ 2. Like Moses, Gr. is called up the mountain to converse with He invites his hearers to join him as far as may be permitted, like Aaron or the elders. ’Beasts’ are warned away. 6. ἀνιόντι] Ex. xix 3 foil. 7. ἀγωνιῶντι] ‘filled with anxious fear.’ 8. ἵνα] depends upon ἀνιόντι. τῆς νεφέλης Ex. xxiv 18. 10. Ἀαρών] Ex. xix 24. 11 τοῦτο] sc. ἔξω μένειν. Gr. infrequently uses δέχεσθαι m tne sense of ’accepting’’ a situation, i.e. not rebelling against it. 12. Ναδάβ κτλ.] Ex. xxiv 1. 13. κ. τ. ἀξίαν τ. καθάρσεως] ‘acinto cording to the degree of his purification.’ Cp. Ex. xix 22. 16. πρόσκαιρα γ. ἡγν.] Ex. xix 14, 15. 18. τ. φιλῶν τ. εὐσ. ῥημάτων] Cp. Deut. iv 12 (Heb. xii 19). They are to hear τὰ ψιλὰ ῥ’. as distinguished from attempting to understand depths of their meaning. 20. θη̣ρίον] Ex. xix 13. Cp. Greg. Moral, vi 27 ’bestia montem tangit, cum mens irrationabilibus desideriis subdita ad contemplationis alta se erigit: sed lapidibus percutitur, quia summa non sustinens ipsis superni ponderis ictibus necatur.’ πονηρὸν καὶ ἀνήμερον καὶ ἀνεπίδεκτον πάντῃ λόγων θεωρίας καὶ θεολογίας, μὴ ἐμφωλευέτω ταῖς ὕλαις κακούργως καὶ κακοηθῶς, ἵνα τινὸς λάβηται δόγματος ἢ ῥήματος, ἀθρόως προσπηδῆσαν, καὶ σπαράξῃ τοὺς ὑγιαίνοντας λόγους ταῖς ἐπηρείαις, ἀλλ’ ἔτι πόρρωθεν στηκέτω, καὶ ἀποχωρείτω τοῦ ὄρους, ἢ λιθοβοληθήσεται, καὶ συντριβήσεται, καὶ ἀπολεῖται κακῶς κακός· λίθοι γὰρ τοῖς θηριώδεσιν οἱ ἀληθεῖς λόγοι καὶ στερροί. εἴτε πάρδαλις εἴη, συναποθνησκέτω τοῖς ποικίλμασιν· εἴτε λέων ἁρπάζων καὶ ὠρυόμενος καὶ ζητῶν ἥντινα βρῶσιν ποιήσεται τῶν ἡμετέρων ψυχῶν ἢ λέξεων· εἴτε σῦς καταπατῶν τοὺς καλούς τε καὶ διαυγεῖς μαργαρίτας τῆς ἀληθείας· εἴτε λύκος Ἀραβικὸς καὶ ἀλλόφυλος, ἢ καὶ τούτων ὀξύτερος τοῖς σοφίσμασιν· εἴτε ἀλώπηξ, δολερά τις ψυχὴ καὶ ἄπιστος, καὶ ἄλλοτε ἄλλη, τοῖς καιροῖς καὶ ταῖς χρείαις συμμορφουμένη, ἢν νεκρὰ τρέφει καὶ ὀδωδότα σώματα, ἢ ἀμπελῶνες μικροί, 1 om ἀνήμερον καὶ e ǁ 3 ῥήματος η δόγματος f || 7 κακὸς κάκως c || 10 ποιήσεται] -σηται d 1. ἀνεπίδεκτον π. λόγων θ. κ. θ.] ‘altogether incapable of taking in the words of contemplation and theology,’ 2. μὴ ἐμφωλευέτω] from φωλεός ‘a den’; ‘let him not lurk in the ’ which Gr. imagines to clothe the base of the hill. 4. ἀθρόως] ’all at once’; explained by Suid. = ταχέχως: otherwise it would be in accordance with the etymology to understand it of the animal gathering itself up for the spring. Cp. § 21. ib. τ. ὑγιαίν. λόγους] 1 Tim. vi 3, 2 Tim. i 13. 5. ταῖς ἐπηρείαις] ‘abuse’; cp. ἐπηρεάζομεν above i 6. ib. ἔτι πόρρωθεν] a kind of com- parative= πορρωτέρω. Cp. v 5 μικρὸν ἄνωθεν. 8. στερροί] Cp. above i 3. 9. τοῖς ποικίλμασιν] Jer. xiii 23. ib. λέων...ὠρυόμενος] 1 Pet. v 8. 11. σῦς καταπατῶν] Matt, vii 6. 12. λύκος Ἀραβικός] Hab. i 8 (LXX.); cp. Zeph. iii 3. The words κ. ἀλλόφυλος (i.e. ‘or Philistine’) seem to be added to emphasize mystic interpretation of Ἀραβικός. 15. τοῖς καιροῖς κ. τ. χρείαις συμμ.] ‘shifting shape according to opportunities and necessities.’ 16. ἀμπελῶνες μ] Cant, ii 15 ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμπελῶνας. Gr. joins μικροὺς with ἀμπ. instead of ἀλώπ., understanding the sentence to denote the meanness of the ‘foxes’ (i.e. jackals), which did not venture to attack the large vineyeards, and spoiled the small ones instead. τῶν μεγάλων διαπεφευγότων· εἴτε τι ἄλλο τῶν ὠμοβόρων, καὶ ἀποβλήτων τῷ νόμῳ, καὶ οὐ καθαρῶν εἰς βρῶσίν τε καὶ ἀπόλαυσιν. βούλεται γὰρ τούτων ἀπ’ ἀποχωρήσας ὁ λόγος οὕτω πλαξὶ στερραῖς καὶ λιθίναις ἐγγράφεσθαι, καὶ ταύταις ἀμφοτέρωθεν, διά τε τὸ φαινόμενον τοῦ νόμου καὶ τὸ κρυπτόμενον· τὸ μὲν τοῖς πολλοῖς καὶ κάτω μένουσι, τὸ δὲ τοῖς ὀλίγοις καὶ ἄνω φθάνουσιν.