Ἀλλ’ εἰ μὲν καὶ δι’ ἄλλας αἰτίας, εἰδεῖεν ἂν οἱ ἐγγυτέρω θεοῦ, καὶ τῶν ἀνεξιχνιάστων αὐτοῦ κριμάτων ἐπόπται καὶ θεωροί, εἴπερ εἰσί τινες τοσοῦτοι τὴν ἀρετήν, καὶ ἐν ἴχνεσιν ἀβύσσου περιπατοῦντες, τὸ δὴ λεγόμενον. ὅσον δ’ οὖν ἡμεῖς κατειλήφαμεν, μικροῖς μέτροις μετροῦντες τὰ δυσθεώρητα, τάχα μέν, ἵνα μὴ τῷ ῥᾳδίῳ τῆς κτήσεως ῥᾴστη γένηται καὶ ἡ τοῦ κτηθέντος ἀποβολή· φιλεῖ γὰρ τὸ μὲν πόνῳ κτηθὲν μᾶλλον κρατεῖσθαι, τὸ δὲ ῥᾳδίως κτηθὲν καὶ ἀποπτύεσθαι τάχιστα, ὡς πάλιν ληφθῆναι δυνάμενον· καὶ οὕτως εὐεργεσία καθίσταται τὸ μὴ πρόχειρον τῆς εὐεργεσίας, τοῖς γε νοῦν ἔχουσι. τάχα δέ, ὡς μὴ ταὐτὸν ἡμᾶς τῷ πεσόντι ἑωσφόρῳ πάσχειν, ἐκ τοῦ τὸ φῶς ὅλον χωρῆσαι κατέναντι κυρίου παντοκράτορος τραχηλιᾷν, καὶ πίπτειν ἐκ τῆς ἐπάρσεως πτῶμα πάντων ἐλεεινότατον. τυχὸν δέ, ἵν’ ἦ τι πλέον ἐκεῖθεν ἆθλον φιλοπονίας καὶ λαμπροῦ βίου τοῖς ἐνταῦθα κεκαθαρμένοις καὶ μακροθυμοῦσι πρὸς τὸ ποθούμενον. διὰ τοῦτο μέσος ἡμῶν τε καὶ θεοῦ ὁ σωματικὸς οὗτος ἵσταται γνόφος, ὥσπερ ἡ νεφέλη τὸ πάλαι τῶν Αἰγυπτίων καὶ τῶν Ἑβραίων. καὶ τοῦτό ἐστιν ἴσως, ὃ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, 12. 9 ἀποπτύεσθαι] -εται ‘Or. Ι’ || 13 χώρησαι] + καὶ e || 19 om το ef 12. Perhaps one reason for difficulty of knowing God properly is to make us value the knowledge; another, to save us from pride, or to enhance the reward of earnest search. In any case, the infirmity of our bodily nature ttecessarily colours all our ideas of God. 1. δι’ ἄλλας αἰ.] other than those which he is about to allege. 2. ἀνεξιχν. ... κριμάτων] Cp. Rom. xi 33. The form of the sen- tence is quite general, and may in- clude both angelic beings and (though somewhat ironically) privi- human beings also. 4. ἐν ἴχν. ἀβ. περιπ.] Job xxxviii 16 (LXX.). 6. τῷ ῥᾳδίῳ τῆς κτ.] ‘lightly the gotten, lightly spent.’ 8. μᾶλλον κρατεῖσθαι] ‘the more firmly held.’ 10. τὸ μὴ πρόχειρον] The very fact that the benefit is not too easily attained is itself a benefit. 12. ἑωσφόρῳ] Is. xiv. 12. 13. χωρῆσαι, ‘take in.’ ib. κατέναντι κ. π. τρ] Job xv 25. Trax is to lift up the neck, like a rearing horse. 15. ἐκεῖθεν] ‘on yonder side’ death: cp. i 8. 19 τῶν Αἶγ’. κ. τ. ‘Εβ.] Ex. xiv 20. That cloud was only an obleged struction on the Egyptian side of it. 20. ὃ ἔθετο σκότος] ‘the the darkness which He ’’ etc. Ps. xvii (xviii) 12. τὴν ἡμετέραν παχύτητα, δι’ ἢν ὀλίγοι καὶ μικρὸν διακύπτουσιν. τοῦτο μὲν οὖν φιλοσοφείτωσαν οἷς ἐπιμελὲς, καὶ ἀνίτωσαν ἐπὶ πλεῖστον τῆς διασκέψεως. ἡμῖν δ’ οὑν ἐκεῖνο γνώριμον τοῖς δεσμίοις τῆς γῆς, ὅ φησιν ὁ θεῖος Ἱερεμίας, καὶ τὸ παχὺ τοῦτο σαρκίον περιβεβλημένοις, ὅτι ὥσπερ ἀδύνατον ὑπερβῆναι τὴν ἑαυτοῦ σκιάν, καὶ τῷ λίαν ἐπειγομένῳ,—φθάνει γὰρ ἀεὶ τοσοῦτον, ὅσον καταλαμβάνεται, —ἢ τοῖς ὁρατοῖς πηλσιάσαι τὴν ὄψιν δίχα τοῦ ἐν φωτὸς καὶ ἀέρος, ἢ τῶν ὑδάτων ἔξω τὴν νηκτὴν φύσιν διολισθαίνειν, οὕτως ἀμήχανον τοῖς ἐν σώμασι δίχα τῶν σωματικῶν πάντη γενέσθαι μετὰ τῶν νοουμένων. ἀεὶ γάρ τι παρεμπεσεῖται τῶν ἡμετέρων, κἂν ὅτι μάλιστα χωρίσας ἑαυτὸν τῶν ὁρωμένων ὁ νοῦς, καὶ καθ’ ἑαυτὸν γενόμενος, προσβάλλειν ἐπιχειρῇ τοῖς συγγενέσι καὶ ἀοράτοις. γνώσῃ δὲ οὕτως.