Ἐπειδὴ ἀνεκαθήραμεν τῷ λόγῳ τὸν θεόλογον, οἷόν τε εἶναι χρὴ διελθόντες, καὶ οἷστισι φιλοσοφητέον, καὶ ἡνίκα, καὶ ὅσον·—ὅτι ὡς οἷόν τε καθαροῖς, ἵνα φωτὶ καταλαμβάνηται φῶς· καὶ τοῖς ἐπιμελεστέροις, ἵνα μὴ ἄγονος ἦ εἰς ἄγονον χώραν ἐμπίπτων ὁ λόγος· καὶ ὅταν γαλήνην ἔχωμεν ἔνδον ἀπὸ τῆς ἔξω περιφορᾶς, ὥστε μή, καθάπερ οἱ λυττῶντες, τῷ πνεύματι διακόπτεσθαι· καὶ ὅσον ἐχωρήσαμεν, ἢ χωρούμεθα· —ἐπειδὴ ταῦτα οὕτω, καὶ ἐνεώσαμεν ἑαυτοῖς θεῖα νεώματα, ὥστε μὴ σπείρειν ἐπ’ ἀκάνθαις, καὶ τὸ πρόσωπον τῆς γῆς ὡμαλίσαμεν, τῆ γραφῇ τυπωθέντες τε καὶ τυπώσαντες· φέρε, τοῖς τῆς θεολογίας ἤδη προσβῶμεν λόγοις, προστησάμενοι τοῦ λόγου τὸν πατέρα, καὶ 1. 1 ἐπειδὴ] ἔπει ’δε be ’Or. I’ || 3 καθαροῖς] -ον d1 || 7 be: λύζοντες d2 ǁ 8 ἐπειδὴ] ἔπει ’δε ef || 11 τοις τῆς θεολ.] om τῆς d: ομ τῆς θεολ. c1 1. Having spoken of the conditions under which theological subjects jects should be treated, we proceed to our theological enquiry itself, invoking the assistance of the Trinity. 1. ἀνεκαθήραμεν] lit. ’cleaned up’; a ref. to the passage of Plato quoted above p. 11. 3. φωτὶ καταλαμβάνηται φῶς] cf. John i 5; but Gr.'s interpretation of his text is a very doubtful one. 4. ἐπιμελεστέροις] ‘among thougthful men,’ Ἄγονος=ἄκαρπος Mark iv 19. 6. περιφορᾶς] cf. Oral, in Ful. 1 § 100 πλοῦτον, εὐκλείαν, εὐκλείαν, δυναστείαν, ἃ τῆς κάτω περιφορᾶς of Gr. 's. ἐστὶ καὶ ὀνειρώδους τέρψεως. Hesych. renders the word by ἢ κατὰ κίνησις—‘whirl.’ Cp. Plat. Rep. 10 p. 616; Eccl. ii 2. 7. τῷ πνεῦμ’. διακόπτεσθαι] ‘be stopped for want of breath.’ ib. ἐχωρήσαμεν, ἢ χωρούμεθα] Our limits are fixed by our own capacity and by that of those whom we address. 8. ἐνεώσαμεν...ἀκάνθαις] Jer. iv 3. 10. τὸ πρόσ’. τ. γ. ὡμαλίσαμεν] Is. xxviii 25. 12 προστησάμενοι τ. λ.] ’making God the προστάτης, or patron, of the ’;—a favourite expression of Gr's. τὸν υἱόν, καὶ τὸ πνεῦμα τὸ ἅγιον, περὶ ὧν ὁ λόγος, ὥστε τὸν μὲν εὐδοκεῖν, τὸν δὲ συνεργεῖν, τὸ δὲ ἐμπνεῖν· μᾶλλον δὲ μίαν ἐκ τῆς μιᾶς θεότητος γενέσθαι τὴν ἔλλαμψιν ἑνικῶς διαιρουμένην, καὶ συναπτομένην διαιρέτως, ὃ καὶ παράδοξον.