ἐν νηστείᾳ καὶ εὐχῇ ἐσμεν τὸν κοινὸν ἡμῶν ἀδελφὸν δεχθέντα ὑπὸ | τῆς σῆς τιμιότητος ἀσμένως καὶ] κομίσαι τὴν ὐπὸ σοῦ δεδωρημένην δωρεὰν καὶ οὕτως ἀναπέμψαι τὰς ἐξ ἔθους εὐχὰς πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι. πάντες ἐλπίζουσιν οἰ ἀδελφοὶ τῇ ὑπὸ σοῦ εὐχῇ ὑπὲρ αὐτῶν γιγνομένῃ στηριχθῆναι. παρακαλοῦμεν μὴ ὀκνῆσαι μεταδοῦναι χάριν θεϊκὴν ἐσχηκότα ἀποστόλων. πάντες οἰ μικροὶ ἐν ταῖς μάνδρααις ἄντες εὐχὴν τῷ κρείττονι ἀναπέμπουσι μεταλαβεῖν ἀΠὸ τῆς σῆς θεοσεβείας πνευματικὴν δωρεάν. ἐρρωμένος ἐν κυρίῳ καὶ εὔθυμος ἐν Χριστῷ διατελοίης καὶ ἐν ἁγίῳ πνεύματι * τὸν δοθεντα σοι θρόνον καὶ τὴν θεϊκὴν δωρεὰν μέχρι τοῦ σὲ ἐκδεχομένου στεφάνου. 20 vgl. Ancoratus c. 12, ff; S. 20, 28 ff GU (bis καταλαβεῖν Ζ. 6; von da an bis Μελχισεδεκιανοὶ S. 160, 21 fehlt U; als Ersatz dient R) M 2 γενόμενοι + <πρὸς σὲ καὶ>? * | σοὺς πόδας] πόδας σου U G 4 στόματός σου Μ 7 R 10 σωτὴρ] χριστὸς < R | τοῦ καὶ G R M 15 <αὐτῷ> * 22 <οὐκ> Jül. | σὲ < M 32 * etwa <διοικῶν>* Ἡ ἀντιγραφεῖσα πρὸς τοὺς περὶ Ἀκάκιον καὶ Παῦλου πρεσβυτέρους ὑπὸ <τοῦ> αὐτοῦ Ἐπιφανίου πρὸς τὰ ὑπ᾿ αὐτῶν γραφέντα περὶ τοῦ κατὰ αἱρέσεων γράψαι αὐτόν. Κυρίοις τιμιωτάτοις ἀδελφοῖς καὶ συμπρεσβυτέροις Ἀκακίῳ καὶ Παύλῳ Ἐπιφάνιος ἐν κυρίῳ χαίρειν. Προοίμιον εἴτ᾿ οὖν λαλιάν, ἐπιγραφὴν ὥσπερ διαγράφοντες παλαιοὶ συγραφεῖς διὰ τοῦ αἰνίγματος ὑπόφασιν ἐδείκνυον πάσης ὑποκειμένης πραγματείας. ὅθεν καὶ αὐτοὶ τῷ αὐτῷ κεχρημένοι χαρακτῆρι προοιμιαζόμεθα ὑμῖν, ἀγαπητοί, τὰ] τῆς κατὰ αἱρέσεων † αἰτήσεως ὑμῶν έν ὀλίγῳ τὴν δύναμιν ἀνακεφαλαιούμενοι. ἐπειδὴ γὰρ μέλλομεν ὑμῖν τό τε ὀνόματα τῶν αἱρέσεων δηλοῦν τάς τε παρ᾿ αὐτοῖς ἀθεμίτους πράξεις ἀνακαλύπτειν, ὥσπερ ἰοὺς καὶ δηλητήρια ὄντα, σὺν αὐτοῖς δὲ ἅμα καὶ ἀντιδότους ἐφαρμόσαι, ἀλεξητήρια τῶν δεδηγμένων καὶ προκαταληπτικὰ τῶν μελλόντων εἰς τοῦτο ἐμπίπτειν, τοῖς φιλο- κάλοις διαγράφομεν αὐτὸ τοῦτο τὸ προοίμιον, Πανάριον εἴτ᾿ οὖν κιβώτιον ἰατρικὸν τῶν θηριοδήκτων ἑρμηνεύοντες , ὅπερ ἐστὶ διὰ βιβλίων τριῶν συγγραφέν, <περι>έχον αἱρέσεις ὀγδοήκοντα, εἰσι θηρίων εἴτ᾿ οὖν ἑρπετῶν αἰνίγματα.