ἀλλ’ ὅμως καίπερ μυρίων κινηθέντων αὐτοὶ χάριτι κυρίου εἰς τὴν ὑγιῆ ἑστήκαμεν πίστιν, ἐν μηδενὶ ὅλως παρακινηθέντες τῆς ὀρθῆς καὶ ὁγιοῦς διδασκαλίας. καὶ πολλοὶ τῶν δοκούντων ἀπατᾶσθαι ἐπανερρώσθησαν Χάριτι κυρίου, διὰ τε γραμμάτων τοῦ μνήμης ἀξίου καὶ μακαρίου ἐπισκόπου Ἀθανασίου καὶ τοῦ θεοσεβεστάτου συλλειτυουργοῦ σου Προκλιανοῦ.