Ὁ θεῖος οὗτος καὶ μέγας πατὴρ ἡμῶν Ἐπιφάνιος ἀπὸ Ἐλευθεροπόλεως μὲν P II 1 D 183 ὡρμᾶτο τῆς ἐν Παλαιστίνῃ, ἔνθα καὶ πατὴρ γέγονε μοναστῶν· τὴν δ[ε πρώτην ἄσκησιν * εἰς Αἴγυπτον ἀναχωρήσας, καὶ διατελέσας * ἕως έπανόδου ἐν τῷ εἰκοστῷ ἔτει τῆς ἡλικίας αὐτοῦ εἰς τὴν Ἐλευθεροπολιτῶν περιοικίδα αὖθις ἐπανῆλθεν, οἱκοδομήσας ἐν αὐτῇ μοναστήριον. ἀγκυρωτὸς δὲ κέκληται ὁ λόγος λόγος ὅτι ἀγκύρας δίκην τὸν περὶ τῆς ζωῆς καὶ σωτηρίας ἐρευνῶντα νοῦν ἄγει, διὰ τὸ περισυλληπτικὸν τῆς ἐν αὐτῷ συντάξεως περὶ πολλῶν τῆς πίστεως μερῶν, φημὶ δὴ τοῦ περὶ τῆς πατρὸς καὶ υἱοῦ καὶ ἀγίου πνεύματος ὁμοουσιότητος, τοῦ περὶ τελείας τῆς Χριστοῦ ἐνσάρκου παρουσίας, τοῦ περὶ ἀναστάσεως νεκρῶν καὶ ζωῆς αἰωνίου καὶ κρίσεως σαρκός τε καὶ ψυχῆς ἐπὶ τὸ αὐτὸ καὶ τοῦ κατὰ εἰδώλων τε καὶ αἱρέσεων ἐν μέρει καὶ Ἰουδαίων καὶ τῶν ἄλλων. περιέχει δὲ καὶ τῶν ὀγδοήκοντα αἱρέσεων τὰ ὀνόματα καὶ τῶν ἐν τῇ θείᾳ γραφῇ ἄλλων ζητημάτων τὴν σαφήνειαν. ἐγράφη δὲ τοῖς ἐν Σουέδροις τῆς Παμφυλίας, αἰτήσασι δι’ ἐπιστολῶν τῶν ἐν τούτῳ προτε- ταγμένων τῆς τοῦ λόγου πραγματείας. ἐΠράχθη δὲ ταῦτα ἐν ἔτει ἐνενηκοστῷ μὲν ἀπὸ Οὐαλεντινιανοῦ Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος δὲ δεκάτῳ, δεκάτῳ, δὲ ἕκτῳ. 1 — 15 Die vorausgeschickte Lebensbeschreibung ührt wohl von dem Ver- fasser der ersten Gesamtausgabe der Werke des Epiphanius her, vgl. TU Bd. 36 Heft 2 S. 91 ff — 5 vgl. die Deutung des Titels bei Epiphanius selbst Panarion h. 69, 27, 3 — 14 die Angabe über die Abfassungszeit stammt aus Ancoratus c. 60, 5 L J 1 in J ist über die Lebensbeschreibung von späterer Hand die törichte περιοχὴ λόγου τοῦ ἁγίου Ἐπιφανίου gesetzt, L hat keine Überschrift 3 * < * | * <ἐκεῖ> * 4 αὖθις ἐπανῆλθεν] καὶ L 5 vor μοναστήριον + προειρημένον L | ὁ λόγος αὐτοῦ < L 6 καὶ σωτηρίας hinter νοῦν L | ἄγχει L 7 περὶ] τῶν J 8 τοῦ 1 ] τῆς L | τῆς < L | τοῦ 2 < L 9 τοῦ 10 τοῦ < L 15 Οὐαλεντινιανοῦ καὶ < J |δὲ δεκάτῳ < L καὶ Γρανιανοῦ L | ἑκτῷ x003C; L