Ψ. ἈΠΌ ΤΟ῀Υ ἈΓΓΕΛΟ῀Υ. Περὶ τῆς τῶν Ἰουδαίων ἀποβολῆς, καὶ τῆς τῶν θυσιῶν αὐτῶν καθαιρέσεως τῶν τε τοῦ Χριστοῦ ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐκκλησιῶν. Περὶ τῆς καινῆς διαθήκης, καὶ τοῦ νόμου τῆς ἀληθείας τοῦ Χριστοῦ ὡς ἀγγέλου Κυρίου παντοκράτορος. Περὶ τῆς δευτέρας παρουσίας τοῦ Χριστοῦ ὡς περὶ ἀγγέλου τῆς διαθήκης τοῦ Θεοῦ. Περὶ τοῦ Χριστοῦ ὡς περὶ ἡλίου δικαιοσύνης. Ψ. ἈΠῸ ΤΟ῀Υ ἹΕΡΕΜΊΟΥ. Περὶ τοῦ πάθους τοῦ Χριστοῦ ὡς περὶ ἀρνίου. Περὶ τοῦ πάθους τοῦ Χριστοῦ, καὶ τοῦ τῶν Ἰουδαίων ἀφανισμοῦ, καὶ περὶ τῆς ἐρημώσεως τῆς Ἰερουσαλήμ. Περὶ τῆς τῶν ἐθνῶν κλήσεως, καὶ τῆς τῶν Ἰουδαίων δυσσεβείας, καὶ ὀνομαστὶ περὶ τοῦ προδότου Ἰούδα. Περὶ τοῦ Χριστοῦ ὡς περὶ βασιλέως ἐκ σπέρματος Δαυὶδ, καὶ τῆς εἰς αἰῶνας συστάσης ἐκκλησιαστικῆς ἱερουργίας. Περὶ τῆς καινῆς διαθήκης ἑτέρας παρὰ τὴν διὰ Μωσέως παλαιάν· καὶ περὶ τῶν κατὰ τὸ εὐαγγέλιον νόμων.