Ψ. Ἀπὸ ποῦ Ἰώβ. Η′. Ὁ Κύριος ἐν τῷ πρὸς τὸν Ἰὼβ χρηματισμῷ τὰ τῆς ἑαυτοῦ προνοίας καὶ οἰκονομίας ἔργα διεξιών φησιν, καὶ συλλαβὼν γῆν πηλὸν, ἔπλασας ζῶον, καὶ λαλητὸν αὐτῷ ἔθου ἐπὶ τῆς γῆς; Ἀφείλας δὲ ἀπὸ ἀσεβῶν τὸ φῶς, βραχίονας δὲ ὑπερηφάνων συνέτριψας; Ἦλθες δὲ ἐπὶ πυγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν; Job. 38, 14. Ταῦτα δέ φησιν ὁ Κύριος πρὸς τὸν Ἰὼβ περὶ ἑαυτοῦ, ὡς μηδενὸς ἑτέρου πλὴν αὐτοῦ μόνου δυναμένου τὰ τηλικαῦτα ἐνεργεῖν· τίς γάρ ἐστιν ὁ λαβὼν γῆν καὶ πλάσας ζῷον, ἢ ὁ Θεὸς ὁ λαβὼν χοῦν ἀπὸ τῆς γῆς καὶ πλάσας τὸν ἄνθρωπον; Ἅμα δὲ διδασκόμεθα ἐντεῦθεν, ὡς ἄρα ὁ πλάσας τὸν ἄνθρωπον αὐτός ἐστιν ὁ καὶ εἰς τὰ κατώτέρα τῆς γῆς καταβὰς, καὶ εἰς τὴν λεγομένην καρδίαν αὐτῆς, ἥντινα νῦν ὑπολαμβάνω πηγὴν θαλάσσης ὠνομάσθαι· ἔτι δὲ καὶ ὁ ἐν ἴχνεσιν θαλάσσης περιπατήσας, ᾧ μόνῳ μετὰ φόβου ἠνεώχθησαν αἱ τοῦ θανάτου πύλαι, καθ’ ὅτι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ’ αὐτοῦ, ὃν καὶ οἱ πυλωροὶ τοῦ Ἅιδου ἰδόντες ἔπτηξαν, ὁρῶντες τὸ νῖκος καὶ τὸ κέντρον, καὶ τὰς ὡδῖνας τοῦ θανάτου δι’ αὐτοῦ καθαιρουμένας· τάχα δὲ τούτοις τοῖς πυλωροῖς τῶν ἐνθάδε λεγομένων πυλῶν τοῦ θανάτου ὑπό τινων θείων δυνάμεων ἐλέγετο κατὰ τὸν καιρὸν τοῦ πάθους καὶ τῆς εἰς τὸν Ἅιδην τοῦ Σωτῆρος ἡμῶν καταβάσεως τὸ, ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης· Ps. 23, 7. αἰώνιοι δὲ εἴρηνται πύλαι, ὡς ὑπολαμβάνω, διὰ τὸ ἐξ αἰῶνος μηδενὶ ἄλλῳ αὐτὰς ἀνεῖσθαι ἢ τούτῳ μόνῳ τῷ καὶ τοὺς παλαί ποτε καταποθέντας ὑπὸ τοῦ θανάτου ῥυσαμένῳ καὶ ζωοποιήσαντι· περὶ οὗ ἐνθάδε μὲν εἴρηται τὸ, ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ Ἅιδου ἰδόντες σε ἔπτηξαν· ἐν δὲ τῷ ρς’ ψαλμῷ τὸ, ὅτι συνέτριψε πύλας χαλκὰς, Ps. 106, 16. οὐκ ἄλλας οὔσας, ὡς οἶμαι, ἢ τὰς τοῦ θανάτου, καὶ μοχλοὺς σιδηροῦς συνέτριψεν· δῆλον δ’ ὅτι τοὺς τῶν προειρημένων πυλῶν. Ταῦτα μὲν οὖν ἡμῖν ὡς ἂν μηδενὶ ἑτέρῳ ἢ τῷ Χριστῷ ἁρμόζοντα εἰς αὐτὸν ἐξείληπται· αὐτὸς γάρ ἐστιν ᾧ πᾶσαν τὴν κρίσιν ἔδωκεν ὁ πατὴρ, ὥστε αὐτὸν ἀφαιρεῖν μὲν ἀπὸ ἀσεβῶν τὸ φῶς, βραχίονας δὲ ὑπερηφάνων συντρίβειν· εἰ δέ τις περὶ τοῦ τῶν ὅλων Θεοῦ οἰηθείη ταῦτα λέγεσθαι, ἐπιστησάτω εἰ εὐσεβές ἐστιν τὸν φάσκοντα, οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ λέγει Κύριος, οὗ ὁ οὐρανὸς θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν, τὸν ἐμπεριέχοντα τὰ πάντα Θεὸν τοῦτον φάσκειν, ἢ κἂν ἐννοεῖν ἐν ἴχνεσι θαλάσσης περιπεπατηκέναι· τί δὲ καὶ θαυμαστὸν, ἢ ἄξιον τῆς ἀγενήτου φύσεως, ὥσπερ μέγα τί φάσκειν ἡνεῶχθαι αὐτῷ τὰς τοῦ θανάτου πύλας; ἄρα δὲ πρέποι ἂν τῷ τῶν ὅλων Θεῷ ὡς μέγα τί καὶ παράδοξον περὶ ἑαυτοῦ διεξέρχεσθαι τὸ τοὺς πυλωροὺς τοῦ λαοῦ ἰδόντας αὐτὸν ἐπτηκέναι; Ἀλλ’ (οὐκ) οἶμαι ταῦτα περὶ αὐτοῦ λέγεσθαι, δύναταί γε μὴν ἐφαρμόζειν εὐσεβῶς καὶ ἀβιάστως ἐπὶ τὸν τοῦ Θεοῦ Λόγον, τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν ἐνανθρωπήσαντα, καὶ θάνατον ὑπομείναντα, ἀναστάντα τε ἐκ νεκρῶν μετὰ θείας δυνάμεως καὶ τῆς δοθείσης αὐτῷ παρὰ τοῦ Πατρὸς ἐξουσίας. Τοῦ Ἰώβ. Θ’. Πάλιν ὁ Κύριος ἐν τῷ πρὸς τὸν Ἰὼβ χρηματισμῷ περὶ τοῦ δράκοντος διαλεγόμενός φησιν, Οὐ δέδοικας, ὅτι ἡτοίμασταί μοι; Job. 41, 2. φησὶν ὅτι ὁ δράκων οὐκ ἄλλος ὢν τοῦ διαβόλου. Ὅρα οὖν εἰ ἄξιον ὑπολαμβάνειν τὸν τῶν ὅλων Θεὸν τοῦτο φάσκειν· ἁρμόζοι δ’ ἂν μᾶλλον τῷ Κυρίῳ καὶ Σωτῆρι ἡμῶν, ᾧ μόνῳ ἡτοίμασται ὁ ὑπὸ μηδενὸς ἑτέρου νικηθεὶς, σχεδὸν δὲ τῶν πάντων ὑπερισχύσας διάβολος, ὅντινα μόνος αὐτὸς ὁ πάντων ἰσχυρότερος τοῦ Θεοῦ Λόγος ἐχειρώσατο κατὰ τὸ, ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι· ὃ καὶ χειρωσάμενος θαρσεῖν τοῖς ἑαυτοῦ μαθηταῖς παρακελεύεται λέγων, θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. Io. 16, 33. Ταῦτα καὶ τὰ ἀπὸ τῶν μετὰ τοὺς ψαλμοὺς στιχηρῶν· λείπει τὰ ἀπὸ τῶν προφητικῶν γραφῶν ἀναλέξασθαι, καὶ πρῶτά γε τὰ ἀπὸ τῶν δώδεκα.