Ψ. Τοῦ ἄσματος τῶν ἀσμάτων. ϛ′. Ὅλον τὸ βιβλίον ὑπόθεσιν ἔχει νύμφης ἔρωτα πρὸς νυμφίον, ὁμολογούσης τετρῶσθαι τῇ πρὸς αὐτὸν ἀγάπῃ, καὶ αὐτοῦ πάλιν ὁμολογοῦντος αὐτὴν μόνην ἀπὸ πλειόνων ὑπάρχειν αὐτῷ τελείαν περιστερὰν παρὰ τὰς λεγομένας βασιλίδας καὶ παλλακίδας καὶ νεάνιδας. Οἱ μὲν οὖν ἐκ περιτομῆς μίαν εἶναι τῶν πεπιστευμένων παρ’ αὐτοῖς δύο καὶ εἴκοσι θεοπνεύστων γραφῶν πεπεισμένοι καὶ ταύτην τὴν γραφὴν, οὐκ οἶδ’ εἰ ἔχοιεν ἄξιόν τι θείας ἐπιπνοίας λεγόμενον ἐν αὐτῇ παραστῆσαι, μὴ πλέον τί τῆς προχείρου ἐκδοχῆς κατὰ τοὺς τόπους φανταζόμενοι· ὁ δὲ δυνατὸς τὸ μὲν ἐπικείμενον καὶ ταύτῃ τῇ γραφῇ κάλυμμα περιελεῖν, ἐπιστρέψαι δὲ πρὸς Κύριον ὅπερ ἐστι τὸ πνεῦμα, καὶ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν καὶ ἐν τούτοις δόξαν τοῦ Κυρίου κατοπτρίζεσθαι, θεωρήσει ἐν αὐτῇ τὰ κατὰ τὴν πνευματικὴν νύμφην, δῆλον δ’ ὅτι τὴν ἐκκλησίαν τοῦ Χριστοῦ, μυστήρια, καὶ τὰ λεγόμενα περὶ τοῦ τελείου τῆς τοιασδὶ νύμφης νυμφίου καὶ τῆς τῶν βασιλίδων αὐτοῦ καὶ παλλακίδων καὶ νεανίδων διαφορᾶς, καὶ ὅσα ἄλλα ἐναποκέκρυπται τῇ βίβλῳ ἀπορρητότερα μαθήματα, ἃ καὶ πληρεστάτης ἤδη σαφηνείας ἔτυχεν, ἐν. οἷς ὁ φιλοπονώτατος τῶν θείων γραφῶν ἐξηγητὴς ὑπεμνηματίσατο. Ψ. Ἀπὸ τοῦ Ἰώβ. Ζ’. Ὁ Ἰώβ ἐστιν ὁ φάσκων περὶ τοῦ Κυρίου μετὰ καὶ ἑτέρων, Ὁ λέγων τῷ ἡλίῳ καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ ἄστρων κατασφραγίζει· ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ περιπατῶν ὡς ἐπὶ ἐδάφους ἐπὶ θαλάσσης· Job. 9, 7. καὶ πάλιν, ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι. Job. 3, 8. Ἐπεὶ τοίνυν οὐκ ἔχεται τῆς περὶ τοῦ τῶν ὅλων Θεοῦ μεγαλονοίας τὸ ὑπολαμβάνειν αὐτὸν τὰ σύμπαντα πληροῦντα ἐπὶ θαλάσσῃ (ης) περιπατεῖν χωρούσης αὐτοῦ τὸ τοσοῦ (?) μέγεθος, λείπεται περὶ τοῦ Λόγου ταῦτα νοεῖν· οὗ τῇ δυνάμει, τύπος αὐτοῦ τυγχάνων, ὁ τοῦ Ναυὴ Ἰησοῦς Jos. 10, 12. εἶπεν τῷ ἡλίῳ καὶ ἔστη κατὰ Γαβαὼν, ἀλλὰ καὶ κατὰ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ, ὡσπερεὶ θείᾳ τινὶ προστάξει, ὁ ἥλιος ἐπὶ πᾶσαν ἐσκότασεν τὴν γῆν. Αὐτὸς δέ ἐστιν ὁ τανύσας τὸν οὐρανὸν, ὁ καὶ περιπατήσας ὡς ἐπ’ ἐδάφους ἐπὶ θαλάσσης, ὁπηνίκα ἐνανθρωπήσας ἀπετέλει τὰ παράδοξα, καθὼς ἐν τοῖς εὐαγγελίοις ἱστόρηται. Εἰ δ’ ὅλως ἐπὶ τὸν τοῦ Θεοῦ Λόγον τὰ κατὰ τοὺς τόπους ἀναφέροι, τὸ ἐξῆς ἂν εἴη μὴ μόνα ἅπερ ἐξεθέμεθα ῥητὰ εἰς αὐτὸν ἐκλαμβάνειν, ἀλλὰ καὶ πάντα τὰ ἐν τῇ περικοπῇ ὑπὸ τοῦ Ἰὼβ. λεγόμενα· καὶ γὰρ καὶ τὸ μέγα κῆτος μόνος αὐτὸς ἐχειρώσατο, λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καὶ τὸν μέγαν ὡς ἀληθῶς δράκοντα τὸν διάβολον καταργήσας, ὃς πάλαι μὲν τὰς τῶν ἀνθρώπων ψυχὰς κατέπινεν ἰσχύσας, δίκην τοῦ τὸν Ἰωνᾶν καταπεπωκότος κήτους, χειρωθεὶς δ’ ὕστερον ὑπὸ τοῦ καταπαλαίσαντος αὐτὸν, προήγαγεν αὖθις οὓς πάλαι καταπεπώκει, ὁμοίως τῷ τὸν Ἰωνᾶν σῶον ἀποδεδωκότι θηρίῳ· πληρουμένης ἐν τούτῳ προφητείας φασκούσης, Κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· Es. 25, 8. ὃ καὶ λέγομεν διὰ τὸν τὸ λεγόμενον ἐνταῦθα μέγα κῆτος χειρωσάμενον Σωτῆρα καὶ Κύριον ἡμῶν.