Ψ. Ἀπὸ τοῦ Ἰεζεκιήλ. Μ′. Ἀντὶ τούτου τάδε λέγει Κύριος· Ἰδοὺ, ἐγὼ κρίνω ἀναμέσον προβάτου ἰσχυροῦ καὶ ἀναμέσον προβάτου ἀσθενοῦς. Ἐπὶ ταῖς πλευραῖς καὶ τοῖς ὤμοις διωθεῖσθε, καὶ τοῖς κέρασιν ὑμῶν ἑκερετίζετε· πᾶν τὸ ἐκλεῖπον ἐξεθλίψατε. Καὶ σώσω τὰ προβατά μου, καὶ οὐ μὴ ὦσιν ἔτι εἰς προνομὴν, καὶ κρινῶ ἀναμέσον κριοῦ πρὸς κριόν· Καὶ ἀναστήσω αὐτοῖς ποιμένα ἕτερον· καὶ ποιμανεῖ[ς] αὐτοὺς, τὸν δοῦλόν μου Δαυὶδ, καὶ ἔσται αὐτῶν ποι μὴν, καὶ ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ Δαυὶδ ἄρχων ἐν μέσῳ αὐτῶν· ἐγὼ Κύριος λελάληκα. Καὶ διαθήσομαι τῷ Δαυὶδ διαθήκην καινὴν, διαθήκην εἰρήνης. Ezech. 34, 20. Ἐπεὶ καὶ ἐν ἄλλοις τὸν προφητευόμενον Δαυὶδ οὐκ ἄλλον ἀποδίδομεν τοῦ ἐκ σπέρματος Δαυὶδ γεγενημένου Σωτῆρος ἡμῶν, τούτου δὴ χάριν καὶ ἐνθάδε τὴν περικοπὴν ἐπεσημηνάμεθα· τίς γὰρ ἂν ἄλλος εἴη ὁ ποιμαίνειν μέλλων τὰ τοῦ Κυρίου πρόβατα μετὰ τὸ κριθῆναι αὐτὰ ὑπ’ αὐτοῦ, ἣ ὁ μόνος καλὸς ποιμὴν, ὁ μὴ ὑπεριδὼν διωθούμενα καὶ διολλύμενα ὑπὸ τῶν ἀντικειμένων δυνάμεων τὰ λογικὰ τῆς ἰδίας αὐτοῦ ποίμνης πρόβατα, ἀλλὰ θεὶς τὴν ἑαυτοῦ ψυχὴν ὑπὲρ τῆς αὐτῶν σωτηρίας, ὧν ἄρχοντα ὁ Θεὸς καὶ Πατὴρ αὐτοῦ καταστήσειν ἐπαγγέλλεται μετὰ τὸν κρίσεως καιρὸν, διαθησόμενος αὐτῷ διαθήκην εἰρήνης, ὅτε, ὑποταγέντων αὐτῷ τῶν ἐχθρῶν, ἔσχατος πάντων καὶ αὐτὸς ὁ νῦν ἀντικείμενος τῷ λόγῳ καὶ τῇ σοφίᾳ καὶ τῇ ζωῇ θάνατος καταργηθήσεται; Ψ. Τοῦ αὐτοῦ. ΜΑ′. Τάδε λέγει Κύριος, Ἰδοὺ, ἐγὼ λαμβάνω πάντα οἶκον Ἰσραὴλ. ἐκ μέσου τῶν ἐθνῶν, οὗ εἰσήλθοσαν ἐπεῖ, καὶ συνάξω αὐτοὺς εἰς τὴν γῆν τοῦ Ἰσραὴλ, καὶ δώσω αὐτοὺς εἰς ἔθνη ἐν τῇ γῇ μου, καὶ ἐν τοῖς ὄρεσιν Ἰσραήλ· καὶ ἄρχων εἷς ἔσται αὐτῶν, καὶ οὐκ ἔσονται οὐκέτι εἰς δύο ἔθνη· οὐδ’ οὐ μὴ διαιρεθῶσιν εἰς δύο βασιλείας, ἵνα μὴ μιαίνωνται ἔτι ἐν τοῖς εἰδώλοις αὐτῶν· καὶ ῥύσομαι αὐτοὺς ἀπὸ πασῶν τῶν ἀνομιῶν αὐτῶν, ὧν ἥμαρτον ἐν αὐταῖς, καὶ καθαριῶ αὐτοὺς, ἀπὸ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν, ὧν ἥμαρτον ἐν αὐταῖς, καὶ καθαριῶ αὐτοὺς, καὶ ἔσονταί μοι εἰς λαὸν, καὶ ἐγὼ Κύριος ἔσομαι αὐτοῖς εἰς Θεόν. Καὶ ὁ δοῦλός μου Δαυὶδ ἄρχων εν μέσῳ αὐτῶν ἔσται ποιμὴν εἷς πάντων, ὅτι ἐν τοῖς προστάγμασί μου πορεύσονται, καὶ τὰ κρίματά μου φυλάξουσιν καὶ ποιήσουσιν αὐτὰ, καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς, ἣν ἐγὼ δέδωκα τῷ δούλῳ μου Ἰακὼβ, οὗ κατώκησαν ἐκεῖ οἱ πατέρες αὐτῶν, καὶ κατοικήσουσιν ἐπ’ αὐτῆς αὐτοί· καὶ Δαυὶδ ὁ δοῦλός μου ἄρχων αὐτῶν εἰς τὸν αἰῶνα. Καὶ διαθήσομαι αὐτοῖς διαθήκην εἰρήνης, καὶ διαθήκη αἰώνιος ἔσται μετ’ αὐτῶν· καὶ θήσω τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα, καὶ ἔσται ἡ κατασκήνωσίς μου ἐν αὐτοῖς, καὶ ἔσονταί μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. Καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι Κύριος ὁ ἁγιάζων αὐτοὺς, ἐν τῷ εἶναι τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα. Ezech. 37, 21. Μετὰ τὴν τῆς διασπορᾶς τοῦ πνευματικοῦ καὶ ἀληθινοῦ Ἰσραὴλ ἐπισυναγωγὴν, καὶ μετὰ τὴν εὕρεσιν τῶν ἀπολωλότων προβάτων οἴκου Ἰσραὴλ, τοῦ πληρώματος τῶν ἐθνῶν προεισεληλυθότος, τηνικαῦτα ὁ Κύριος αὐτὸς μὲν ἔσεσθαι εἰς Θεὸν τῷ ἐσομένῳ αὐτοῦ λαῷ, τὸν δὲ δοῦλον αὐτοῦ Δαυὶδ ἄρχοντα θήσειν ἐν μέσῳ αὐτῶν, ποιμανοῦντα αὐτοὺς καὶ ἄρξοντα αὐτῶν οὐκ ἐπ’ ὀλίγον καὶ βραχύν τινα χρόνον ἀλλ’ ἐπὶ τὸν αἰῶνα ὑπισχνεῖται. Οἰέσθωσαν μὲν οὖν τὸν ἄνθρωπον ἐκεῖνον τὸν υἱὸν Ἱεσσαὶ κατεπαγγέλλεσθαι τὸν λόγον αὐτοῖς οἱ ἐκ περιτόμης, βασιλείαν αὐτοῦ σωματικὴν αὖθις φανταζόμενοι, καὶ τὰς ὑποσχέσεις τοῦ Θεοῦ ἐν φθαρτοῖς καὶ γηΐνοις καὶ θείας ἀναξίοις ἐπαγγελείας καραδοκοῦντες· ἡμεῖς δὲ μηδαμῶς ἁρμόζειν μήτε θείαις ὑποσχέσεσι, μήτε μὴν εἰς αὐτὸν ἀναφέρεσθαι τὸν Δαυὶδ, τὰ ὡς περὶ αὐτοῦ λεγόμενα πειθόμενοι ἐπὶ τὸν ἐκ σπέρματος αὐτοῦ τὸν κατὰ σάρκα γενόμενον Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκλαμβάνωμεν, τὰς προφητείας, τούτῳ μᾶλλον ἁρμόζειν ἤπερ ἐκείνῳ τῷ Δαυὶδ οἰόμενοι, τὰ ὡς ἂν ἐκ προσώπου Δαυὶδ ἐν ταῖς ἱεραῖς γραφαῖς ἐμφερόμενα· οἷόν ἐστιν τὸ, Κύριος εἶπεν πρός με, Υἱός μου εἶ σὺ· ἐγὼ σήμερον γεγέννηκά σε· Ps. 2, 7. καὶ τὸ, καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν, Ps. 17, 43. λεγόμενον ἐν ιζ′, ψαλμῷ· ἔνθα πάλιν ὡς ἐκ προσώπου αὐτοῦ λέλεκται, τὸ, λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι· εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου. Περὶ τίνος δὲ ἄλλου προσήκει[ν] τὸν Θεὸν φάσκειν ὑπονοεῖν τὸ, αὐτὸς ἐπικαλέσεταί με, Πατήρ μου εἶ σύ· καὶ τὸ, κἀγὼ πρωτότοκον θήσομαι αὐτὸν, ἢ περὶ τοῦ Σωτῆρος ἡμῶν τοῦ μονογενοῦς παιδὸς αὐτοῦ; Τί γὰρ ἐξαίρετον παρὰ τοὺς λοιποὺς προφήτας τε καὶ δικαίους ἄνδρας κατωρθῶτο τῷ Δαυὶδ, ὡς περὶ μόνου αὐτοῦ ταῦτα λέγεσθαι, καὶ αὐτὸν προφητεύεσθαι αὖθις ἀναστήσεσθαι βασιλέα τε καὶ ποιμένα τῶν τοῦ Θεοῦ προβάτων; Ταῦτα δὴ πάντα συνορῶντες, ἐφιστάντες τῇ τοῦ Ἠσαίου προφητείᾳ μετὰ τὴν τοῦ Δαυὶδ τελευτὴν ἀνακηρυττούσῃ τά τε ἄλλα περὶ τοῦ Χριστοῦ, καὶ τὸ, Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ’ αὐτὸν πνεῦμα τοῦ Θεοῦ· Es. 11, 1. καὶ τὰ τούτοις ἑξῆς εἰκότως περὶ τοῦ αὐτοῦ καὶ τὰ ἐνθάδε, ὡς περὶ Δαυὶδ προφητευόμενα, λέγεσθαι πεπείσμεθα. Μόνος γὰρ ὁ Χριστὸς τοῦ Θεοῦ, κατὰ τὴν μεταφορὰν τῆς προσηγορίας καὶ Δαυὶδ χρηματίσας, ποιμὴν ὁ καλὸς ἀναδέδεικται, ἀρχηγὸς καὶ σωτὴρ τῆς τοῦ Θεοῦ ποίμνης τε καὶ ἐκκλησίας γεγενημένος· ὃς βασιλεὺς ἐπὶ πάντα τὸν νοητὸν Ἰσραὴλ ὑπὸ τοῦ Πατρὸς κατασταθήσεσθαι μετὰ τὸ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ προφητεύεται.