Ψ. Ἀπὸ τοῦ ἐκκλησιαστοῦ Δ’. Ἀγαθὸς παῖς πένης καὶ σοφὸς ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα, ὃς οὐκ ἔγνω τοῦ προσέχειν ἔτι. Ὅτι ἐξ οἴκου δεσμίων ἐξελεύσεται τοῦ βασιλεῦσαι, ὅτι καί γε ἐν βασιλείᾳ αὐτοῦ ἐγενήθη πένης. Εἶδον σύμπαντας τοὺς ζῶντας τοὺς περιπατοῦντας ὑπὸ τὸν ἥλιον μετὰ τοῦ νεανίσκου τοῦ δευτέρου, ὃς ἀναστήσεται ἀντ’ αὐτοῦ. Οὐκ ἔστι περασμὸς τῷ παντὶ λαῷ τοῖς πᾶσιν, ὅσοι ἐγένοντο ἔμπροσθεν αὐτῶν· καί γε οἱ ἔσχατοι οὐκ εὐφρανθήσονται ἐν αὐτῷ, ὅτι καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος. Eccles. 4, 13. Ἐπεὶ Χριστὸς σοφία Θεοῦ 1 Cor. 1, 24. ὢν δι’ ἡμᾶς ἐπτώχευσε πλούσιος ὢν, οἶμαι περὶ αὐτοῦ λέγεσθαι τὸ, ἀγαθὸς παῖς πένης καὶ σοφὸς ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα· ὃν νομίζω εἶναι τὸν πεπαλαιωμένον ἡμερῶν κακῶν διάβολον· ὃς βασιλεὺς μέν ἐστιν τῶν βασιλευομένων ὑπὸ τῆς ἐνεργουμένης ὑπ’ αὐτοῦ ἁμαρτίας, ἄφρων γε μὴν διὰ τὸ ἐστερῆσθαι τῆς ἐναρέτου καὶ κατὰ Θεὸν φρονήσεως· ὁ δὲ προειρημένος ἀγαθὸς καὶ σοφὸς παῖς, ἐξ οἴκου δεσμίων, ἤτοι τοῦ περιγείου τόπου, ἤτοι τῶν ἐν Ἅιδῃ χωρίων, κατὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν προελθὼν βασιλεὺς ὑπὸ τοῦ Πατρὸς ἐπὶ Σιὼν τὸ ἐπουράνιον ὄρος τοῦ Θεοῦ κατέστη, καὶ ἐν αὐτῇ τῇ βασιλείᾳ αὐτοῦ ἐγενήθη πένης, οὐχ ἁρπαγμὸν ἡγούμενος τὸ εἶναι ἴσα Θεῷ, Phil. 2, 6. ἀλλ’ ἑαυτὸν ταπεινῶν καὶ τῆς ἀνωτάτω δοξῆς ὑποκαταβαίνων διὰ τοὺς μὴ χωροῦντας αὐτοῦ τὸν τῆς σοφίας πλοῦτον· τὸν δ’ ἀντὶ τούτου λεγόμενον ἀναστήσεσθαι δεύτερον νεανίσκον, τὸν ἀντίχριστον εἶναι ὑπολαμβάνω, μεθ’ οὗ σύμπαντας τοὺς ὑπὸ τὸν ἥλιον ζῶντας καὶ περιπατοῦντας ἑορακέναι φησὶν ὁ λόγος· τίνες δ’ ἂν εἶεν οὗτοι, ἢ πάντες οἱ περιέποντες τὴν ὑπὸ τὸν ἥλιον λεγομένην ματαιότητα ματαιοτήτων ; Ψ. Ἐκ τοῦ ἐκκλησιαστοῦ Ε’. Καί γε τοῦτο εἶδον σοφίαν ὑπὸ τὸν ἥλιον, καὶ μεγάλη ἐστὶ πρὸς μέ. Πόλις μικρὰ καὶ ἄνδρες ἐν αὐτῇ ὀλίγοι, καὶ ἔλθῃ εἰς αὐτὴν βασιλεὺς μέγας, καὶ κυκλώσει αὐτὴν, καὶ οἰκοδομήσει ἐπ’ αὐτὴν χάρακας μεγάλους· καὶ εὕρῃ ἐν αὐτῇ ἄνδρα πένητα καὶ σοφὸν, καὶ διασώσει αὐτὸς τὴν πόλιν ἓν τῇ σοφίᾳ αὐτοῦ, καὶ ἄνθρωπος οὐκ ἐμνήσθη τῷ ἀνδρὸς τοῦ πένητος ἐκείνου. Καὶ εἶπα ἐγὼ, Ἀγαθὴ σοφία ὑπὲρ δύναμιν· καὶ σοφία τοῦ πένητος ἑξουδενωμένη, καὶ λόγοι αὐτοῦ οὐκ εἰσὶν ἀκουόμενοι. Eccles. 9, 13. Ἐπεὶ καὶ ἐνταῦθα ὁ μὲν τὰ τοῦ πολέμου ἐνεργῶν βασιλεὺς εἶναι λέγεται, ὁ δὲ διασώζων τὴν ὑπὸ τούτου πολιορκουμένην πόλιν ἀνὴρ πένης καὶ σοφός· λεγομένου δὲ καὶ ἐν τῷ πρὸ τούτου κεφαλαίῳ τοῦ, ἀγαθὸς πένης καὶ σοφὸς ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα, τὸν μὲν ἄφρονα βασιλέα τὸν διάβολον ἐξειλήφαμεν, τὸν δὲ πένητα καὶ σοφὸν τὸν δι’ ἡμᾶς ἑαυτὸν κενώσαντα καὶ πτωχεύσαντα τοῦ Θεοῦ Λόγον· τούτου δὴ χάριν καὶ τὰ προκείμενα ἐσημειωσάμεθα, οὐκ ἄλλον εἶναι νομίζοντες τὸν ἐνθάδε διαγραφόμενον πολεμικὸν βασιλέα τοῦ ἐκεῖ λεγομένου βασιλέως ἄφρονος· ὡσαύτως δὲ τὸν ἐνταῦθα διασώζοντα τῇ ἑαυτοῦ σοφίᾳ τὴν πολιορκουμένην πόλιν τοῦ ἐκεῖ πένητος καὶ σοφοῦ, ὃν ἐλέγομεν εἶναι τὸν Χριστόν· ὃς τὴν μικρὰν πόλιν, τουτέστι τὸν περίγειον τόπον συγκρίσει τοῦ παντὸς κόσμου βραχύτατον ὄντα, καὶ τοὺς ἐν αὐτῇ, ὡς ἐν παραθέσει τῆς τῶν λογικῶν ἁπάντων πληθύος ὀλίγους ὄντας ἐπὶ πάντα τὰ ἔθνη, ὡς σταγών ἐστιν ἀπὸ κάδου, ἐλυτρώσατο πολιορκουμένους ἀπὸ τῆς τοῦ διαβόλου βασιλείας, πάντοθεν τὸν περίγειον χῶρον καὶ τοὺς ἐν αὐτῷ κυκλοῦντος, οἰκοδομοῦντός τε ἐπ’ αὐτὸν χάρακας μεγάλους, τὰς ἀρχὰς, καὶ τὰς ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, καὶ τὰ πνευματικὰ τῆς πονηρίας. Eph. 6, 12. Τούτον οὖν οὐκ ἄλλος τίς ἢ μόνος καθεῖλεν ὁ πένης καὶ σοφὸς ἀνὴρ, ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, κενώσας ἑαυτὸν καὶ δι’ ἡμᾶς πτωχεύσας ἐν τῷ πλούτῳ τοῦ ἑαυτοῦ ἐλέους, καὶ καθελὼν διέσωσεν ἐν τῇ σοφίᾳ αὐτοῦ τὴν μικρὰν πόλιν, ὡς εἰκὸς τὴν ἐκκλησίαν καθ’ ἑτέραν· ἐκδοχὴν, καὶ τοὺς ἐν αὐτῇ ὀλίγους ὄντας· ἐπειδὴ στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ ὀλίγοι εἰσιν οἱ διιόντες αὐτήν. Matth. 7, 14. Φασὶ δ’ οἱ τὴν τηλικαύτην ὁρῶντες οἰκονομίαν τὸ, ἀγαθὴ σοφία ὑπὲρ δύναμιν· δύναμιν δὲ δῆλον ὅτι τὴν τῶν πολεμίων· ἀλλὰ καὶ, ἄνθρωπος , φησὶν, οὐκ ἐμνήσθη τοῦ ἀνδρὸς τοῦ πένητος ἐκείνου· Θεὸς μὲν γὰρ ἦν ὁ διὰ τῶν προφητῶν μνημονεύων αὐτοῦ, καὶ προκηρύττων τὰ περὶ τῆς εἰς ἀνθρώπους ἐπιδημίας αὐτοῦ· τῶν δ’ ὑπὸ τῆς σοφίας τῶν ἀρχόντων τούτου τοῦ αἰῶνος ἐνεργηθέντων οὐδὲ εἷς πώποτε ἐμνήσθη, ἐπεὶ μὴ δ’ οἷοί τε ἦσαν εἰδέναι τὸ. μυστήριον τὸ ἀποκεκρυμμένον πρὸ τῶν αἰώνων τῆς κατὰ τὴν ἐνανθρώπησιν οἰκονομίας τοῦ Λόγου τοῦ Θεοῦ. Πρὸς τούτοις λέγεται ὅτι καὶ σοφία τοῦ πένητος ἐξουδενωμένη· καὶ γὰρ εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σώσαι τοὺς πιστεύοντας· ἀλλὰ καὶ οἱ λόγοι αὐτοῦ, φησὶν, οὐκ εἰσὶν ἀκουόμενοι· οὐ πάντων γάρ ἐστιν ἀκοῦσαι τῶν τοῦ Σωτῆρος λόγων, εἰ μὴ μόνον τῶν ἐχόντων ὦτα εἰς τὸ ἀκούειν· καὶ γὰρ τὸ εὐαγγέλιον τοῦ Χριστοῦ κεκαλυμμένον ἐστιν, 2 Cor. 4, 3. πλὴν οὐ τοῖς αὐτοῦ μαθηταῖς, τοῖς γὰρ ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον.