ΤΟ῀Υ Α’ΥΤΟ῀Υ ἈΓΓΈΛΟΥ. ΛΒ′. Καὶ ἀνατελεῖ τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ. Mal. 4, 2. Ἥλιος δικαιοσύνης τὸ φῶς ἐστιν τὸ ἀληθινὸν τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον· Io. 1, 9. ὃς μόνοις ἀνατέλλειν εἴρηται τοῖς φοβουμένοις τὸ ὄνομα τοῦ Πατρὸς αὐτοῦ· τοῖς γάρ τοι μὴ τοιούτοις δύσεσθαι ἀπειλεῖ, κατὰ τὸ, καὶ δύσεται ὁ ἥλιος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου, Mic. 3, 5. 6. ἔν τινι τῶν προφητῶν εἰρημένον. Ταῦτα μὲν τὰ ἀπὸ τῶν δώδεκα προφητῶν· ἀλλ’ ἐπεὶ τὰ ἐκ τοῦ Ἠσαίου διὰ τὸ πλῆθος ἐν ἰδίῳ συγγράμματι περιλαβεῖν ἡμῖν πρόκειται, φέρε μεταβάντες τὰ ἀπὸ τῶν λοιπῶν μεγάλων προφητῶν ἐπισκεψώμεθα. Ψ. ἘΚ ΤΟ῀Υ ἸΕΡΕΜΊΟΥ. ΛΓ′. Κύριε, γνώρισόν μοι, καὶ γνώσομαι· τότε εἶδον τὰ ἐπιτηδεύματα αὐτῶν. Ἐγὼ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι οὐκ ἔγνων· ἐπ’ ἐμὲ ἐλογίσαντο λέγοντες, Δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ ἔτι. Jer. 11, 18. Ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς (κα)τὰ τὴν ἐν τῷ Ἠσαίᾳ προφητείαν, ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος, Es. 53, 7. κατὰ δὲ τὴν μετὰ χεῖρας, ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θυέσθαι οὐκ ἔγνων· καὶ τὸ κατὰ τὸν σταυρὸν δὲ πάθος αὐτοῦ δύναται δηλοῦσθαι διὰ τοῦ, δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς ἄρτον αὐτοῦ καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων· καὶ τὸ ὄνομα αὐτῷ οὐ μὴ μνησθῇ ἔτι· ἅπερ ἐκ προσώπου λέλέκται τῶν ἐπιβουλευσάντων αὐτῷ. Εἰ γὰρ δὴ τὸ σῶμα αὐτοῦ ἄρτος ἦν, ὡς αὐτὸς διδάσκει πρὸς τοὺς μαθητὰς λέγων, λάβετε, φάγετε, τοῦτο ἐστι τὸ σῶμά μου, Matth. 26, 27. τοῦτο δ’ ἦν τὸ πρὸς τῷ ξύλῳ κατὰ τὸν σταυρὸν δειγματισθὲν, περὶ αὐτοῦ λέγοιτ’ ἂν εἰκότως τὸ, δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς ἄρτον αὐτοῦ· εἰ δὲ καὶ βαθυτέρας ἔχοιτο θεωρίας τὰ κατὰ τὸν τόπον, οὐδὲν πρὸς ἐκεῖνο λυπεῖ καὶ τὰ εἰρημένα.