Ψ. Τοῦ Ναοὺμ σαφὲς οὐδέν. Ψ. Καὶ τοῦ Ἀμβακούμ. Ψ. Ἀπὸ τοῦ Σοφονίου. Κ. Διὰ τοῦτο ὑπόμεινόν με, λέγει Κύριος, εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον· διότι τὸ κρίμα μου εἰς συναγωγὰς ἐθνῶν τοῦ εἰσδέξασθαι βασιλεῖς. Soph. 3, 8. Καὶ διὰ τούτων οἶμαι δηλοῦσθαι τὴν ἐκ νεκρῶν ἀνάστασιν τοῦ Χριστοῦ· ἧς γενομένης τὰς πανταχοῦ συναγωγὰς τῆς ἐξ ἔθνων ἐκκλησίας συστήσεσθαι προφητεύεται· ἴσως δ’ ἂν καὶ τετ’ . . . . τῆς δευτέρας αὐτοῦ παρουσίας· καὶ τῆς καθόλου πάντων . ............ κληφθείη τὰ κατὰ τὸν τόπον. Ψ. Τοῦ Αγγαίου σαφὲς οὐδέν. Ψ. Ἀπὸ τοῦ ζαχαρία. ΚΑʹ. ...... παντοκράτωρ, Ὀπίσω δόξης ἀπέσταλκέ με ἐπὶ τὰ ....... εύσαντα ὑμᾶς· Zach. 2, 8. εἶτ’ ἐπιφέρει μετὰ βραχέα λέγων, (γνώσε)σθε, ὅτι Κύριος παντοχράτωρ ἀπέσταλκέ με. Ὁ λέγων ἁ ...... με Κύριός ἐστι παντοκράτωρ· ὡσαύτως δὲ καὶ ὁ ἀπο ...... θερος ὢν τοῦ ἀποστελλομένου Κύριος ὠνόμασται παν ........ εἰκότως οὖν ἡμῖν ἐν τοῖς περὶ Πατρὸς καὶ Υἱοῦ ........ τὸ ῥητὸν, ὅτι καὶ Κύριος παντοκράτωρ ὁ τοῦ Θεοῦ . ... ὥσπερ καὶ Θεὸς διὰ τῶν προφητῶν ἐχρημάτισεν.