Ψ. Τοῦ αὐτοῦ. ΙΗʹ. Ἀκούσατε δὴ ταῦτα οἱ ἡγούμενοι οἴκου Ἰακὼβ, καὶ οἱ κατάλοιποι οἴκου Ἰσραὴλ, οἱ βδελυσσόμενοι κρίμα, καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες, οἱ οἰκοδομοῦντες Σιὼν ἐν αἵμασιν, καὶ Ἱερουσαλὴμ ἐν ἀδικίαις, οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισθοῦ ἀπεκρίνοντο, καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο, καὶ ἐπὶ τὸν Κύριον ἐπανεπαύοντο, λέγοντες, Οὐχὶ Κύριος ἐν ἡμῖν ἐστιν; οὐ μὴ ἐπέλθῃ ἐφ’ ἡμᾶς κακά· διὰ τοῦτο δι’ ὑμᾶς Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ. Καὶ ἔσται ἐπ’ ἐσχάτου τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος Κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν· καὶ ἥξουσιν ἐπ’ αὐτὸ λαοὶ, καὶ πορεύσονται ἐπ’ αὐτὸ ἔθνη πολλὰ καὶ ἐροῦσιν, Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ· καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ· ὅτι ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλὴμ, καὶ κρινεῖ ἀναμέσον λαῶν πολλῶν, καὶ ἐλέγξει λαὸν ἰσχυρὸν ἕως εἰς μακράν· καὶ κατακόψουσιν τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα· καὶ οὐκέτι ἄρῃ ἔθνος ἐπ’ ἔθνος μάχαιραν, καὶ οὐκέτι μὴ μάθωσι πολεμεῖν. Mic. 3, 9. Εἰπὼν ὁ λόγος ὡς ἄρα διὰ τὰς δυσσεβείας τοῦ Ἰουδαίων λαοῦ τὸ μὲν Σιὼν ὄρος ὡς ἀγρὸς ἀροτριαθήσεται, ἡ δὲ πρότερον νενομισμένη πόλις ἁγία Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, ἑξῆς προφητεύει περὶ ἑτέρου ὄρους Κυρίου, ὅπερ ἐπὶ τοῦ τῆς προφητείας καιροῦ ὑφειστήκει μὲν, οὐ μὴν καὶ ἐμφανὲς τοῖς τυχοῦσιν ὑπῆρχεν, ὡς ἐπ’ ἐσχάτῳ τῶν ἡμερῶν ἀναφανησομένου ὑπεράνω τε τῶν βουνῶν καὶ τῶν ὀρέων μετεωρισθησομένου· ἐπὶ τοῦτο δὲ τὸ καινὸν ὄρος ἥξειν ὁ λόγος προαγορεύει, οὐκέτι τὸν Ἰσραὴλ ἐκεῖνον, λαοὺς δὲ καὶ ἔθνη πολλὰ φάσκοντα, δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου· καὶ οὐ μόνον εἰς τὸ ὄρος Κυρίου, ἀλλὰ καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, ἕτερον ὄντα δῆλον ὅτι παρὰ τὸν ἐν Ἱερουσαλήμ· ταύτην γὰρ ἐρημωθεῖσαν ὡς ὀπωροφυλάκιον ἔσεσθαι μικρῷ πρόσθεν εἰρήκει· ἀκολούθως δὲ τῷ τὸ Σιὼν ὄρος καὶ τὴν Ἱερουσαλὴμ ἐρημωθήσεσθαι, ἕτερα δ’ ἀντὶ τούτων ὀφθήσεσθαι, καὶ νόμος ἕτερος παρὰ τοῦ Μωσέως ἐξ ὄρους Χωρὴβ δεδομένος ἐξελεύσεσθαι ἐκ τοῦ καινοῦ ὄρους, ὁμωνύμως τῷ προτέρῳ Σιὼν καὶ αὐτοῦ ὀνομαζομένου, λέγεται· ἔτι δὲ καὶ λόγος Κυρίου μετὰ τοῦ ιο καινοῦ νόμου εἴρηται ἐκ τῆς νέας Ἱερουσαλὴμ, ἣν οἶκον τοῦ Θεοῦ Ἰακὼβ ἀνωτέρω προσεῖπεν, προελεύσεσθαι· ὁ λόγος ἐπὶ πάντα τὰ ἔθνη προελθὼν κρινεῖν ἀνὰ μέσον λαῶν πολλῶν καὶ ἐλέγξειν λαὸν ἰσχυρὸν προηγόρευται, τοσοῦτόν τε ὠφελήσειν διὰ τῆς ἰδίας κρίσεως καὶ τοῦ ἐλέγχου τοὺς ἐλεχθησομένους, ὡς τῆς προτέρας μεταβαλόντας ἁγίας καὶ πολεμικῆς καταστάσεως τὸν ἤρεμον καὶ εἰρηνικὸν ἐπ . . ....... Ταῦτα μὲν ἡ προφητεία· σκοπεῖν δὲ πάρεστιν εἰμ ......... τοῦ Σωτῆρος ἡμῶν παρουσίαν διὰ τοὺς οἰκοδομήσαντας ....... τοῖς αἵμασι τῶν τε προφητῶν καὶ αὐτοῦ τοῦ Χριστοῦ καὶ τω ...... λων αὐτοῦ· οὓς ἐν αὐτῇ τῇ Ἱερουσαλὴμ ὁ Ἰουδαίων ἀνεῖλε λ.. ... διὰ τοὺς τὰ λοιπὰ ὅσα δὴ ἐν τῇ προφητείᾳ κατείλε.. ....... μελήσαντας τὸ Σιὼν ὄρος ὡς οὐδεπώποτε ἄλλοτε .......... Ἱερουσαλὴμ πεπολιόρκηται· ὧν μετὰ τὴν ἐρήμωσιν ἡ επ.. καὶ τὸ Σιὼν ὄρος τὸ ἐπουράνιον τοῦ Θεοῦ· ὧν ἐτύγχανον τ . . . . σκιὰ καὶ τύποι καὶ παραδείγματα πᾶσι τοῖς εἰς τὸν ............ Θεὸν διὰ Χριστοῦ προσεληλθόσι πεφανέρωται. Ψ. Ἀπὸ τοῦ αὐτοῦ. ΙΘʹ. Καὶ σὺ Βηθλεὲμ, οἶκος τοῦ Ἐφραθὰ, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐ(ν χιλι) άσιν Ἰούδα· ἐξ οὗ μοι ἑξελεύσεται ἡγούμενος τοῦ εἶναι εἰς ἄρχο(ντα) ἐν τῷ Ἰσραήλ· καὶ αἱ ἐξόδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰώνων· Mic. 5, 2. .... Διὰ τούτων δείγματα περὶ τοῦ Χριστοῦ παρίσταται· ἓν μὲν τῆς (κα)τὰ Μαρκίωνα καὶ τοὺς λοιποὺς αἱρεσιώτας πλάνης ἐ.......... θάτερον δὲ τῆς κατὰ Ἀρτέμωνα καὶ τὸν Σαμοσατέ......... Ἐβιωναίων τε ὅσοι μὴ προεῖναι τῆς ἐνανθρωπήσεως.... .. ὑπειλήφασιν· τοὺς μὲν γὰρ μὴ ὁμολογοῦντας αὐτὸν .......... Θεὸν σαφῶς ὁ προφητικὸς διελέγχει λόγος τε .............. ὡς ἄρα αἱ ἐξόδοι αὐτοῦ ἀπ’ ἀρχῆς καὶ ἐξ ἡμερῶν α...... ..... νουσι· τοῖς δὲ κατὰ Μαρκίωνα καὶ τὰς λοιπὰς .............. σεις πεπλανημένοις καὶ μὴ ὁμολογοῦσιν αὐτ ........... ρʹ καγένεσιν, μὴ δ’ ὅτι ἔγνωστο ὑπὸ τῶν τοῦ δημιου......... ν παραθετέον τὸν προφητευόμενον τῆς γενέσεως . .. ...... σα φῶς εἰς δεῦρο καὶ πρὸς αὐτῶν τῶν ἐπιχωρίων μολάγο... ... υ· ὡς ἂν ἐκ παραδόσεως τοῦ ἐν Βηθλεὲμ τόπου ἐνθα ... ....... γεγέννηται· καὶ πρὸς αὐτῶν δὲ τῶν ἱερῶν εὐαγγελιστῶν ... . . . τυρουμένου· καὶ Ἰουδαίοις δὲ προσακτέον τὸ ῥητὸν ........ υσιν ὅς τις ποτ’ εἴη παραστῆσαι τὸν ... προφητευόμενον ὡς ατελῆ ..... κατ’ αὐτούς· δῆλον δ’ ὅτι καὶ ψευδῆ διελέγχεσθαι τὴν θείαν ........ πρόρρησιν· ὅ γε μὴν σωτήριος καὶ εὐαγγελικὸς τοῦ Χριστοῦ λόγος ἄρχων κατέστη τοῦ νοητοῦ Ἰσραὴλ, κυρίως τοῦ ἐν κρυπτῷ Ἰουδαίου καὶ πάσης τῆς ἐναρέτου καὶ διορατικῆς ψυχῆς Ἰσραὴλ ......... ἐπινοουμένης.