Ψ. Ἀπὸ τοῦ Ἰωνᾶ.—ΙϚʹ. Μερικὴν μὲν ἰδίως περὶ τοῦ Χριστοῦ προφητείαν οὐχ εὕρομεν ἐν τῷ προκειμένῳ· ἐπεὶ δὲ πρὸς τὴν αἰτοῦσαν τὸν Σωτῆρα σημεῖον γενεὰν οὐκ ἄλλο ἔφησεν αὐτῇ δοθήσεσθαι ἢ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου, ἐπαγαγὼν τὸ, ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας· Matth. 12, 40. τούτου δὴ χάριν ἀναγκαίως καὶ ταύτην ἐν ταῖς περὶ Χριστοῦ μαρτυρίαις ἐσημειωσάμεθα τὴν γραφήν. Ψ. Ἀπὸ τοῦ Μειχαία. ΙΖʹ. Διότι, ἰδοὺ, Κύριος κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ καταβήσεται, καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σαλευθήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρός. Mic. 1, 3. Περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας ταῦτα λεγεσθαι ὑπειλήφαμεν.