Ψ. Ἀπὸ τοῦ Ὠσηέ. Ι′. Διότι ἐγώ εἰμι ὡς πάνθηρ τῷ Ἐφραὶμ, καὶ ὡς λέων τῷ οἴκῳ Ἰούδα. Os. 5, 14. Ἐπεὶ καὶ ἐν ἑτέρῳ τόπῳ τοῦ αὐτοῦ προφήτου ὁ Κύριος περὶ ἑαυτοῦ φησιν τὸ, καὶ ἔσομαι ὡς πάνθηρ, Os. 13, 7. ἀναγκαῖον ἰδεῖν τὰ ἱστορούμενα [ἃ] περὶ τοῦ ζῴου· καὶ δὴ ἀπὸ τοῦ πρώτου τῶν Διδύμου Φυσικῶν ταῦτα παραθετέον· Πάνθηρ τὸ ζῷον οὐ μόνον ἐστι κατὰ τὸ σῶμα εὔμορφον, καθάπερ ἀστερωπὸς, ἀλλ’ ἐπεὶ πέφυκεν εὔπνους ὑπερβάλλει καὶ τῶν παρ’ Ἰνδοῖς ἀρωμάτων ἐν εὐωδίᾳ· οὗτος ἕως οὗ οὐ πεπείνηκεν ἐν τῇ καταδύσει μένει, θέλων οἰκουρός τις εἶναι· ἐπ’ ὧν δὲ τροφῆς ἐπιθυμήσῃ μεταλαβεῖν, προελθὼν βαδίζει μόνον· τὰ δ’ ἄλλα θηρία ἁλισκόμενα ὑπὸ τῆς εὐωδίας αὐτοῦ τῆς περὶ τὸ σῶμα ἀκολουθεῖ κηλούμενα· ὁ δὲ πλάγιος τοῖς ὀφθαλμοῖς τὸ ἐπιτήδειον αὐτῷ θηρίον αἱρεθῆναι περιβλέπει καὶ ἐπιπηδήσας ἔχει. Τὰ μὲν δὴ περὶ τῆς φύσεως τοῦ ζῴου τοιαῦτα· ὅπως δ’ ἐπὶ τὴν τοῦ θείου λόγου δύναμιν καὶ τὴν ἐξ αὐτῆς ἀποπνέουσαν εὐωδίαν ταῦτα μεταφέροιτο, μακρὸν ἂν εἴη νῦν διηγεῖσθαι. Παραθετέον τὸ ῥητὸν πρὸς τοὺς ἐκ περιτομῆς κατά τινα δὴ διαβολὴν καὶ λοιδορίαν φάσκοντας ἐκ πάνθηρος γεγενῆσθαι τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· ὃ καὶ τάχα κατά τινι παράδοσιν μυστικώτερόν τι δηλοῦσαν παρειληφότες οὐκ ἐπιβάλλουσι τῇ διανοίᾳ, διὰ τὸ μὴ ἐφιστάναι τῇ προκειμένῃ τῆς προφητείας λέξει, ἐν ᾗ αὐτὸς ὁ Κύριος πάνθηρα ἑαυτὸν ὀνομάζει. Ψ. Ἀπὸ τοῦ αὐτοῦ. ΙΑ′. Καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου, καὶ πάντα τὰ περιτετειχισμένα ναοῦ σου οἰχήσεται· ὡς ὁ ἄρχων Σαλαμὼν ἐκ τοῦ οἴκου τοῦ Ἱεροβοὰμ, ἐν ἡμέραις πολέμου μητέρα ἐπὶ τέκνοις ἠδάφισαν, οὕτως ποιήσουσιν ὑμῖν οἶκος τοῦ Ἰσραὴλ ἀπὸ προσώπου κακιῶν ὑμῶν. Os. 10, 14. Διότι νήπιος Ἰσραὴλ, καὶ ἐγὼ ἠγάπησα αὐτὸν, καὶ ἐξ Αἰγύπτου μετεκάλεσα τὰ τέκνα αὐτοῦ. Καθὼς μετεκάλεσα αὐτοὺς, οὕτως ἀπῴχοντο ἐκ προσώπου μου. Os. 11, 1. Ἀντὶ τοῦ, καὶ ἐξ Αἰγύπτου μετεκάλεσα τὰ τέκνα αὐτοῦ, δουλεύσας τῷ Ἑβραϊκῷ, Ἐξ Αἰγύπτου μετεκάλεσα τὸν υἱόν μου, ἐξέδωκεν ὁ Ἀκύλας. Ἀναγκαίως δὲ τὸ ῥητὸν ἐσημειωσάμεθα, ἐπειδήπερ ὁ Ματθαῖος κατὰ λέξιν ἐκτίθεται τὴν προφητείαν σφόδρα ἀπηκριβωμένως πεπληρῶσθαι φήσας αὐτὴν ἐπὶ τοῦ Σωτῆρος ἡμῶν· χρηματισθεὶς ὁ Ἰωσὴφ παρέλαβε τὴν Μαριὰμ καὶ τὸν υἱὸν αὐτῆς· καὶ ὑπέστρεψεν ἐξ Αἰγύπτου εἰς γῆν Ἰσραήλ. Matth. 2, 21. Ὅρα γοὖν εἰ μὴ καὶ κατὰ τὸν Ἀκύλαν φήσαντα, ἐν ὄρθρῳ κατεσιωπήθη βασιλεὺς Ἰσραὴλ, ὅτι παῖς Ἰσραὴλ καὶ ἠγάπησα αὐτόν· καὶ ἀπὸ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου· σαφῶς γὰρ δηλοῦται ἡ ἀποβολὴ τῆς τοῦ Ἰσραὴλ βασιλείας, ἥτις μέχρι τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας συστᾶσα ἐξ αὐτῆς ἀπερρίφη, καὶ κατεσιωπήθη· ὡς διὰ τοῦτο εἰρῆσθαι τὸ, ἐν ὄρθρῳ κατεσιωπήθη βασιλεὺς Ἰσραήλ· ὄρθρον τὴν ἐπιφάνειαν καὶ τὴν τότε πρώτην εἰς πάντας ἀνθρώπους ἀνατολὴν τοῦ θείου λόγου τῆς προφητείας ὀνομαζούσης ἐν ὄρθρῳ· δύναται καὶ περὶ τοῦ Ἡρώδου προθεσπίζεσθαι τὸ, κατεσιωπήθη βασιλεὺς Ἰσραήλ· ὡς διὰ τὸν παραλογισμὸν, ὃν πέπονθεν ὑπὸ τῶν μάγων ἐπὶ τῇ τοῦ Σωτῆρος ἡμῶν γενέσει, ἃ καὶ συμβέβηκεν διὰ τὴν τοῦ Πατρὸς περὶ τὸν ἴδιον παῖδα τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀγάπην, ὡς καὶ ἐν ἄλλαις προφητείαις Ἰσραὴλ καὶ ἐνταῦθα προσαγορευόμενον· ὃν κατὰ καιρὸν μὲν ᾠκονομήσατο ἐπὶ τὴν Αἴγυπτον ἅμα τῷ Ἰωσὴφ καὶ τῇ μητρὶ ἀπᾶραι, ὅτε καὶ χρεία ἐκάλει τὸν ἐπιβουλεύοντα αὐτῷ βασιλέα, δῆλον ὅτι τὸν Ἡρώδην, κατασιωπηθῆναι· αὖθις δ’ αὐτὸν τούτου τελευτήσαντος ἀνακαλεῖται ἀκολούθως τῇ μετὰ χεῖρας προφητείᾳ. Εἰ δ’ ἐπὶ τὸν Ἰουδαίων λαὸν ταῦτά τις ἀναφέροι φάσκων περὶ τοῦ λαοῦ Ἰσραὴλ τοῦ ἐκ περιτομῆς ταῦτα εἰρῆσθαι, ἐπιστησάτω τῇ τοῦ λόγου ἀκολουθίᾳ· ταῦτα γὰρ λέγει προειπὼν, ὡς καὶ πρὸς αὐτὴν τὴν Ἱερουσαλὴμ, τὸ, καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου· καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται· καὶ ἅπερ φησὶν ὁ τοιόσδε ἄρχων πέπονθε κατὰ τὸν ἐπελθόντα αὐτῷ πόλεμον, ἐν ᾧ μητέρα ἐπὶ τέκνοις ἠδάφισαν, τὰ παραπλήσια καὶ ὑμῖν αὐτοῖς ποιήσω διὰ τὰς κακίας ὑμῶν, ὦ οἶκος τοῦ Ἰσραὴλ, οἳ καὶ ἀπερρίφησαν σὺν καὶ τῷ βασιλεῖ αὐτῶν, καὶ ταῦτά γε πάντα πεπόνθασι· διότι παῖς φησὶν Ἰσραὴλ καὶ ἐγὼ ἠγάπησα αὐτόν· καὶ ἀπ’ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου. Ποίαν γὰρ ἔχει ἀκολουθίαν ἡ λέξις ὁ βουλόμενος παραστησάτω· ἀλλ’ ὥσπερ κατὰ μυρίας ἄλλας προφητείας Ἰακὠβ καὶ Ἰσραὴλ ὁ Χριστὸς προσαγορεύεται, τὸν αὐτὸν δὴ τρόπον καὶ νῦν· ἐπεὶ οὖν, φησὶν, οὗτος ὑπήκοός μοι γεγενημένος μορφὴν δούλου εἴληφεν καὶ γέγονεν παιδίον ἀγαπητὸν ἐμοὶ, πᾶσαν τὴν ἐμὴν ἐκτελέσας βουλὴν, διὰ τοῦτο αὐτὸν μὲν ἀπὸ τῆς νοητῆς Αἰγύπτου, εἰς ἣν ἐνανθρωπήσας κατελήλυθεν, οἷα γνήσιον καὶ ἀγαπητὸν υἱὸν ἀνεκαλεσάμην, ὑμᾶς δὲ τοὺς πρὸς οὓς ὁ λόγος σὺν καὶ τῇ βασιλείᾳ ὑμῶν ὀλέθρῳ καὶ ἀπωλείᾳ παραδώσω. Ταῦτα μὲν ἡ προφητεία· πρόδηλον δ’ ὅπως ἀπὸ τῶν τοῦ Σωτῆρος ἡμῶν χρόνων πολιορκηθείσης τῆς Ἱερουσαλὴμ καθῃρέθη τε καὶ εἰς τὸ παντελὲς ἀπερρίφη ἡ μέχρι τότε συστᾶσα τῶν Ἰουδαίων βασιλεία, ὡς μετὰ τῶν ἄλλων καὶ ταύτην πεπληρῶσθαι τὴν προφητείαν.