ΠΡΟΟΙΜΙΟΝ. Μετὰ δὴ τὰς ἀπὸ τῶν ψαλμῶν ἐκλογὰς τὰς ἀπὸ τῶν λοιπῶν στιχηρῶν καὶ τῶν ἐξῆς προφητειῶν ἐν τρίτῳ τούτῳ συγγράμματι τῶν περὶ τοῦ Χριστοῦ Προφητικῶν Ἐκλογῶν, ὀγδόῳ ὄντι τῆς Καθόλου Στοιχειώδους Εἰσαγωγῆς, ἀναλεξώμεθα, προεπισημηνάμενοι ὅτι μήτε τὰ τῶν προφητῶν ἐπαληθεύειν δυνατὸν, ἢν μὴ οὐχὶ τῆς εἰς τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν πίστεως αὐτοῖς συμπαραλαμβανομένης, μήτε τὰ τῆς ἡμετέρας εἰς τὸν Χριστὸν πίστεως λογικώτερον κρατύνεσθαι, μὴ τῶν ἀνέκαθεν προφητῶν τὰς περὶ αὐτοῦ πιστουμένων ἀποδείξεις. Ὅθεν εἰκότως ἄν τις Ἰουδαίοις τε μὴ τὸν Χριστὸν παραδεξαμένοις, καὶ τοῖς τὰς προφητείας ἀθετοῦσι αἱρεσιώταις καταμέμψοιτο εἰς ἀσύστατα περιτρεπομένοις· οἱ μὲν γὰρ ὡς Θεοῦ τὰς προφητείας ἀποδεχόμενοι, ταύτας ψευδεῖς ἀπελέγχουσιν ἀτελεῖς αὐτὰς καταλείποντες, ὅτι μὴ τὰς εἰς τὸν Χριστὸν ἀποπληρωθείσας τῶν προφητειῶν ἐκβάσεις οἷοί τε εἰσι παραδέξασθαι· οἱ δὲ τὸν Χριστὸν ὁμολογοῦντες ἀσύστατον καὶ ἀναπόδεικτον τὴν εἰς αὐτὸν πίστιν περιέπουσι, μὴ τοῖς θαυμασίοις τοῦ Θεοῦ προφήταις τὰ περὶ αὐτοῦ προμαρτυρομένοις συγχρώμενοι· ἡμεῖς γέ τοι· τὰς μέντοι προφητείας διὰ τῆς τοῦ Χριστοῦ παρούσιας, ταύτην δὲ διὰ τῶν προφητειῶν πιστούμενοι, τὸ φανὸν καὶ στερρὸν τῆς ἀληθείας ἀνεξελέγκτοις ἀποδείξεσι παριστῶμεν. Ταῦτα μὲν ὡς ἐν προοιμίῳ· ἴωμεν δὲ ἐπὶ τὸ προκείμενον. Ψ. Ἀπὸ τῶν παροιμιῶν. Α’. Πᾶσα μὲν ἡ βίβλος τῶν Παροιμιῶν ἐκ προσώπου λέγεσθαι τῆς Σοφίας ἔοικε, πῆ μὲν τὸν ἠθικὸν ὑποτιθεμένης βίον, πῆ δὲ προσωποποιούσης ἑτέρων λόγους· καὶ ποτὲ μὲν αἰνίγματα προβαλλομένης, ποτὲ δ’ αὖ περὶ αὑτῆς τινὰ διδασκούσης, καὶ τὰ περὶ τοῦ ἑαυτῆς ἐνθέου ἀξιώματος παιδευούσης. Τούτων δ’ ἀναλεξόμεθα δι’ ὧν μανθάνομεν ὅτι δὴ ζῷον θεῖον καὶ πάντη τὴν φύσιν ἐνάρετον ἡ Σοφία τυγχάνει, ἡ αὐτὴ οὖσα τῷ μετὰ τὸν πρῶτον Θεὸν δευτέρῳ τῶν ὅλων αἰτίῳ, τῷ Io. 1, 1. τε ἐν ἀρχῇ πρὸς τὸν Θεὸν Θεῷ Λόγῳ, καὶ τῇ διοικούσῃ καὶ οἰκονομούσῃ τὰ σύμπαντα καὶ μέχρι τῶν ἐπὶ γῆς πραγμάτων φθανούσῃ προνοίᾳ τοῦ Θεοῦ, ἣ καὶ πρὸ πάσης οὐσίας τε καὶ ὑποστάσεως ἔκτισται, ἀρχὴ ὁδῶν οὖσα τῆς ὅλης δημιουργίας. Τὰ δὲ ῥητὰ ὡς ἐξ αὐτῆς τῆς Σοφίας τοῦτον λέλεκται τὸν τρόπον· Ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλὴν καὶ γνώσιν, καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Φόβος Κυρίου μισεῖ κακίαν, ὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρῶν, ἐμίσησα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς κακῶν. Ἐμὴ βουλὴ παὶ ἀσφάλεια· ἐγὼ σύνεσις, ἐμὴ δὲ ἰσχύς. Δι’ ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην. Δι’ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Πλοῦτος καὶ δόξα ἐμοὶ ὑπάρχει, καὶ κτῆσις πολλῶν καὶ δικαιοσύνη. Βέλτιον ἐμὲ καρπίζεσθαι ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν· τὰ δὲ ἐμὰ γενήματα κρείσσω ἀργυρίου ἐκλεκτοῦ. Ἐν ὁδοῖς δικαιοσύνης περιπατώ, καὶ ἀναμέσον τρίβων δικαιώματος ἀναστρέφομαι· ἵνα μερίσω τοῖς ἐμὲ ἀγαπῶσιν ὕπαρξιν, καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν· ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ’ ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι. Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι, καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ ἐλθεῖν τὰς πηγὰς τῶν ὑδάτων· πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν, γεννᾷ με. Κύριος ἐποίησε χώρας καὶ ἀοικήτους, καὶ ἄκρα οἰκούμενα τῆς ὑπ’ οὐρανόν. Ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ, ἡνίκα ἀφώριζε τὸν ἑαυτοῦ θρόνον ἐπ’ ἀνέμων. Ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ’ οὐρανὸν, ἐν τῷ τιθέναι αὐτὸν τῇ θαλάσσῃ ἀκριβασμὸν αὐτοῦ, καὶ ὕδατα οὐ παρελεύσονται στόμα αὐτοῦ· ἡνίκα ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ’ αὐτῷ ἁρμόζουσα· ἐγὼ ἤμην, ᾗ προσέχαιρε καθ’ ἡμέραν, εὐφραινόμην δὲ ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ καιρῷ· ὅτε εὐφραίνετο τὴν οἰκεουμένην συντελέσας, καὶ εὐφραίνετο ἐν υἱοῖς τῶν ἀνθρώπων. Prov. 8, 12. Ταῦτα μὲν οὖν διδάσκει περὶ ἑαυτῆς ἡ Σοφία· τίς δέ ἐστιν αὕτη, ὁ ἱερὸς ἀπόστολος παιδεύει λέγων, Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία· 1 Cor. 1, 24. καὶ πάλιν, ὃς ἑγενήθη σοφία ἡμῖν ἀπὸ Θεοῦ. 1 Cor. 1, 30. Χριστὸς οὖν ἐστιν ὁ τὰ προειρημένα φάσκων· ἡ Σοφία καὶ Λόγος ἐστι Θεοῦ, δι’ οὗ τὰ πάντα γεγένηται· Ἐν ἀρχῇ γὰρ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ λόγος. Πάντα δι’ αὐτοῦ ἐγένετο· Io. 1, 1. καὶ, ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα, Col. 1, 16. κατὰ τὸν ἀποστολον· ὅνπερ δὲ τρόπον κατά τινα ἐπίνοιαν Λόγος Θεοῦ χρηματίζει, καὶ καθ’ ἑτέραν ζωὴ, καὶ πάλιν, ἀλήθεια καὶ φῶς ἀληθινὸν, καὶ τὰ λοιπὰ ὁπόσα φασὶν αὐτὸν αἱ θεῖαι γραφαὶ, τὸν αὐτὸν δὴ τρόπον καὶ Σοφία προσηγόρευται, ὑπηρέτης τυγχάνουσα τοῦ Πατρὸς εἰς τὴν ὅλων πρόνοιάν τε καὶ οἰκονομίαν.