λογίων δὲ χρησμοί, οὐκ ἐκ μαντείας (μᾶλλον δὲ μανίας παράφρονος) φωτὸς δ’ ἐπιπνοίαις ἐνθέου προσπεφωνημένοι, τῶν τελετῶν ἡμῖν γενέσθωσαν διδάσκλοι ἀμφὶ βασιλείας αὐτῆς ἀμφί τε βασιλέως τοῦ ἀνωτάτω δορυφορίας τε θείας ἀμφὶ τὸν πάντων βασιλέα τοῦ τε καθ᾿ ἡμᾶς βασιλικοῦ παραδείγματος καὶ τοῦ τὸ χάραγμα κεκιβδηλευμένου τῶν θ᾿ ἑκατέρῳ συνομαρτούντων τάγματι. οἷς δὴ τὰς θεοπρεπεῖς τελετὰς ἱεροφαντούμενοι ὧδέ πη θείων ὀργίων ἐφαψόμεθα. Πανήγυρις μὲν αὕτη βασιλέως μεγάλου. χαιρωμεν δ᾿ ἐν αὐτῇ θειάζοντες λόγων ἱερῶν παιδεύμασιν οἱ βασιλικοὶ παῖδες, ἐξάρχει δ᾿ ἡμῖν τῆς ἑορτῆς ὁ μέγας βασιλεύς. μέγαν δ᾿ ἐγὼ βασιλέα καλῶ τὸν ἀληθῶς μέγαν· τοῦτον δ᾿ εἶναί φημι (οὐ νεμεσσήσει δὲ παρὼν βασιλεύς, ἀλλὰ καὶ συνευφημήσει τῂ θεολογίᾳ) τὸν ἐπέκεινα τῶν ὅλων, τὸν πάντων ἀνώτατον, τὸν ὑπέρτατον, τὸν ὑπερμεγέθη, οὗ θρόνοι μὲν τῆς βασιλείας ἁψῖδες οὐράνιοι, γῆ δ᾿ ὑποπόδιον αὐτοῦ τῶν ποδῶν. . .εἴ τις ἐπαξίως νοῆσαι τοῦτον δύναιτο, φῶς δ᾿ ἀμφ᾿ αὐτὸν ἀπαστράπτον ἀρρήτοις ἀκτίνων μαρμαρυγαῖς παντί τῳ τῆς αὐτοῦ θεότητος ἀπείρηει τὴν θέαν.