Πρόλογος τῶν εἰς Κωνσταντῖνον ἐπαίνων. Ἀλλ’ οὐκ ἐγὼ μύθους, οὐκ ἀκοῆς θήραστρα, λόγων εὐγλωττίαν πλασάμενος πάρειμι κησήσων ὦτα φωνῇ Σειρήνων, οὐδὲ χρυσέοις δεπάεσσιν, ὡραίοις ἄνθεσι ῥημάτων φράσει κεκαλλιεπημένοις, ἡδονῆς φάρμακα τοῖς τῶνδε προπιοῦμαι φίλοις, σοφοῖς δὲ πειθόμενος παρ- αγγέλλω τὰς λεωξόρους φεύγειν καὶ ἐκτρίπεσθαι, μηδὲ τῷ πλήθει συνωθεῖσθαι διακελεύομαι. ἥκω δὴ βασιλικῶν ὕμνων καινοτέρας ᾠδῆς ἐν ὑμῖν ἀπαρξόμενος. μευρίων δ’ ἀμφὶ τὴν αὐτὴν ἐμοὶ σπευ- δόντων πορείαν, πάτον ἀνθρώπων ἀλεείνων αὐτὸς τὴν ἀπριβῆ βα- διοῦμαι, ἧς οὐ θέμις ἀνίπροτις ἐπιβαίνειν ποσίν. οἱ μέν γε δημώδεις μειρακίων τε σοφίσμασι πεπατημένους μετιόντες λόγους μούσάν τε ἡδεῖαν καὶ πάνδημον ἀσπαζόμενοι θνητὰς ἀκοὰς θνητοῖς διηγήμασι θελγόντων, ἡδονῇ τὸ κριτήριον ἀποδόντες· οἱ δ’ αὐτῆς μύσται τῆς καθ- όλου σοφίας, θείων ἐίων ἐν ἀγαθοῦ μοίρᾳ θέμενοι τὰς αὐτοῦ βασιλέως θεοπρεπεῖς ἀρετὰς φιλοθέους τε πράξεις τῶν ἀνθρωπίνων προὐτίμησάν τε καὶ εἵλοντο, δευτέροις ἀνυμνεῖν τὰ δεύτερα τῶν καλῶν παραχωρή- σαντες.