τίς γὰρ ἂν εἴη λόγων χάρις, ἀνεξετάστου καταλειπομένης τῆς τοῦ λέγοντος διαθέσεως; τολμῶ δ’οὖν ἴσως μεγάλα, τῆς δὲ τόλμης τὴν πρὸς τὸ θεῖον στοργὴν ἔμφυτον αἰτιῶμαι. αὕτη γὰρ καὶ τὴν αἰδῶ βιάζεται. διὸ μάλιστα τοὺς ἐπιστήμονας τῶν θείων μυστηρίων βοηθοὺς ἐμαυτῷ συνάπτω, ἵν’ἐάν τι πταῖσμα συμβαίνῃ περὶ τοὺς λόγους, συμπαρομαρτοῦντες 30 vgl. Plat. Phaidr. 254 A. 3 πολλαῖς, das zweite λ über der Zeile, V2| 5 ἐπιδημίας V, ἐπιφανείας JMAE| 7 προφητειῶν V | εἰς < JMAE | 11 ἐκτελεῖτο VM 14 δὲ < JMAE | 15 ὅπως Wil., ὅτι ὡς V, νότοις J, νόσιος M, leerer Raum in A | στάαις JME | δυστράπελος J, δυστραπελία VMA, δυστραπελεία E | 16 οὐ < Wil. | 18 ἀλλ’ < MAE | ᾖ] ἐν V | 19 νῦν < A | 20 ῥητέον V, τηρητέον JMAE | 21 ναύκληρε + am Rande V1 | ἐκκλ. < Hkl | 22 ἀώρου τε ~ MAE | 22 u. 23 μέλει JM, μέλλει V, μέλοι AE | 23 ἀενόου VA, ἀεννάου JME | 24 πόμα VJM, νῦμα AE | 32 συμβαίνει VM. διορθῶσθε, τὴν μὲν ἄκραν παιδείαν μὴ ἐπιποθοῦντες, τὸ δὲ πιστὸν τῆς ἐπιχειρήσεως ἀποδεχόμενοι. 3ἐπίπνοια δ’ἡμῖν μεγίστη τοῦ πατρὸς παιδός τε ἀγαθοεργοῦ παρείη φθεγγομένῳ ταῦτα, ἅπερ ἂν αὐτὴ φράσῃ καὶ διανοίᾳ προσάψῃ. εἰ γάρ τις ἄνευ θεοῦ ῥητορικὴν ἢ ἄλλην τινὰ μετιὼν ἐπιστήμην ἀκριβοῦν τὸ ἔργον ἱκανῶς ὑπείληθεν, ἀτελὴς αὐτὸς τε καὶ τὸ σπουδαζόμενον ἐφωράθη. οὐ μὴν κατοκνητέον οὐδὲ μελλητέον τοῖς εὐτυχήσασι πώποτε τῆς θείας ἐπιπνοίας. διὸ καὶ ἡμεῖς τὸμῆκος τῆς ἀναβολῆς παραιτησάμενοι πειρώμεθα τοῦ σκοποῦ τὸ τέλειον. Ἀγαθὸν οὖ πάντα ἐφίεται, ὁ ὑπὲρ τὴν οὐσίαν θεὸς ἂν ἀεί, γένεσιν οὐκ ἔχει, οὐκοῦν οὐδ’ἀρχήν· τῶν γὰρ ἐν γενέσει πάντων αὐτὸς ἀρχή. ὁ δὲ ἐξ ἐκείνου ἔχων τὴν ἀναφορὰν εἰς ἐκεῖνον ἑνοῦται πάλιν, ἐκείνῳ τῆς διαστάσεως συγκρίσεώς τε οὐ τοπικῶς ἀλλὰνοερῶς γινομένης· οὐ γάρ ζημίᾳ τινὶ τῶν πατρᾠων σπλάγχνων συνέστη τὸ γεννηθέν, ὥσπερ ἀμέλει τὰ ἐκ σπερμάτων, ἀλλὰ διατάξει προνοίας ἐπιστάτην σωτῆρα τῷ τε αἰσθητῷ κόσμῳ καὶ τοῖς ἐν αὐτῷ μηχανωμένης. τοιγάρτοι πᾶσιν, ὅσα περιείληπται ὑπὸ τοῦ κόσμου, ἡ αἰτία τοῦ εἶναι καὶ ζῆν ἐκεῖθεν· ἐκεῖθεν δὲ καὶ ψυχὴ καὶ πᾶσα αἴσθησις καὶ τὰ ὄργανα, δι’ὦν τὰ σημαινόμενα ὑπὸ τῶν αἰσθήσεων ἀποτελεῖται.