δώδεκα δ’ οὖν αὐτόθι θήκας ὡσανεὶ στήλας ἱερὰς ἐπὶ τιμῇ καὶ μνήμῃ τοῦ τῶν ἀποστόλων ἐγείρας χοροῦ, μέσην ἐτίθει τὴν αὐτὸς αὐτοῦ λάρνακα, ἧς ἑκατέρω- θεν τῶν ἀποστόλων ἀνὰ ἕξ διέκειντο. καὶ τοῦτο γοῦν, ὡς ἔφην, σώφρονι λογισμῷ, ἔνθα αὐτῷ τὸ σκῆνος τελευτήσαντι τὸν βίον εὐπρεπῶς μέλλοι διαναπαύεσθαι, ἐσκόπει. ἀλλ’ ὁ μὲν ἐκ μακροῦ καὶ πρόπαλαι τῷ λογισμῷ ταῦτα προτυπούμενος ἀφιέρου τοῖς ἀποστόλοις τὸν νεών, ὠφέλειαν ψυχῆς ὀωησιφόρον τὴν τῶνδε μνή- μην ποιεῖσθαι αὐτῷ πιστεών, θεὸς δὲ αὐτὸν καὶ τῶν κατ’ εὐχὰς προσδοκηθέντων οὐκ ἀπηξίου. ὡς γὰρ τὰς πρώτας τῆς τοῦ πάσχα ἑορτῆς συνεπλήρου ἀσκήσεις τήν τε σωτήριον διήγαγεν ἡμέραν λαμπρὰν ἠδὲ εὐφρόσυνον, αὐτῷ τε καὶ τοῖς πᾶσι τὴν ἑορτὴν κατα- φαιδρύνας, ἐν τούτῳ μέχρι τέλους τὴν ζωὴν διανύοντα καὶ ἐν τούτοις ὄντα θεός, ᾧ ταῦτα συνεξετάλει, κατὰ καιρὸν εὔκαιρον τῆς θείας ἐπὶ τὸ κρεῖττον μεταβάσεως αὐτὸν ἠξίου. Γίγνεται δ’ αὐτῷ πρώτη τις ἀνωμαλία τοῦ σώματος, εἶτ’ οὖν κάκωσις ἐπὶ ταύτην συμβαίνει, κἄπειτα τῆς αὐτοῦ πόλεως ἐπὶ λουτρὰ θερμῶν ὑδάτων πρόεισιν, ἔνθεν τε τῆς αὐτοῦ μητρὸς ἐπὶ τὴν ἐπώνυμον ἀφικνεῖται πόλιν. κἀνταῦθα τῷ τῶν μαρτύρων εὐκτηρίῳ ἐνδιατρίψας οἴκῳ ἱκετηρίους εὐχάς τε καὶ λιτανείας ἐνέπεμπε τῷ θεῷ.