Kαὶ τὰ τῆς ψυχῆς δ' ὡσαύτως εἰς ἅκρον τῆς ἐν ἀνθρώποις τελειώσεως αὐτῷ προᾐει, πᾶσι μὲν ἐμπρέποντι τοῖς καλοῖς ὑπερβαλλόντως δὲ τῇ φιλανθρωπίᾳ,ὃ δὴ καὶ μεμπτὸν ἐνομίξετο τοῖς πολλοῖς τῆς τῶν μοχθηρῶν ἀνδρῶν φαυλότητος ἓνεκα, οἳ τῆς σφῶν κακίας αἰτίαν τὴν βασιλέως ἐπεγράφοντο ἀνεξικακίαν. καὶ γὰρ οὖν ἀληθῶς δύο χαλεπὰ ταῦτα κατὰ τοὺς δηλουμένους τούτους χρόνους καὶ αὐτοὶ κατενοήσαμεν, ἐπιτριβῆς ἄνεσιν ἀπλήστων και μοχθηρῶν ἀνδρῶν τῶν πάντα λυμαινομένων βίον, εἰρωνείαν τ' ἄλεκτον τῶν τὴν ἐκκλησίαν ὑποδυομένων καὶ τὸ Χριστιανῶν ἐπιπλάστως σχηματιζομένων ὅνομα. τὸ δ'αὐτοῦ φιλάνθρωπον καὶ φιλάγαθον τό τε τῆς πίστεως εἰλικορινὲς καὶ τοῦ τρόπου τὸ φιλαλῆθες ἐνῆγεν αὐτὸν πιστεύειν τῷ σχήματι τῶν Χριστιανῶν εἶναι νομιξομένων ἐνῆγεν αὐτὸν πιστεύειν τῷ σχήματι τῶν Χριστιανῶν εἶναι νομιζομένων εὔνοιαν τ'ἀληθῆ περὶ αὐτὸν πεπλασμένῃ ψυχῇ σώζειν προσποιουμένων. οἷς ἑαυτὸν καταπιστεύων τάχα ἄν ποτε καὶ τοῖς 1 ἐπι + vor τὴν J | τῆ — ὁσία VA, τὴν — ὁσίαν JMB | 6 ἡγεμόνες καὶ + Val. | 7 γοῦν, ον auf Ras., J | 8 αὐτοὺς