<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2018.tlg020.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="4"><div type="textpart" subtype="chapter" n="45"><div type="textpart" subtype="section" n="2"><p>ἅλλοι δ'ἐρμηνείας τῶν θείων ἀναγνωσμάτων ἐποιοῦντο, τὰς ἀπορρήτους ἀποκαλύπτοντες θεωρίας, οἱ
δὲ μὴ διὰ τούτων χωρεῖν οἶοί τε θυσίαις ἀναίμοις καὶ μυστικαῖς
ἱερουργίαις τὸ θεῖον ἱλάσκοντο, ὑπὲρ τῆς κοινῆς εἰρήνης, ὑπὲρ τῆς
<lb n="20"/> ἐκκλησίας τοῦ θεοῦ, αὐτοῦ τε βασιλέως ὕπερ, τοῦ τῶν τοσούτων
αἰτίου, παίδων τ'αὐτοῦ θεοφιλῶν ἰκετηρίους εὐχὰς τῷ θεῷ προσαναφέροντες.
3ἔνθα δὴ καὶ ἡμεῖς τῶν ὑπὲρ ἡμᾶς ἀγαθῶν ἡξιωμένο
ποικίλαις ταῖς εἰς τὸ κοινὸν διαλέξεσι τὴν ἐορτὴν ἐτιμῶμεν, τοτὲ
μὲν τῶν διὰ γράμματος βασιλεῖ πεφιλοκαλημένων τὰς ἐκφράσεις
<lb n="25"/> ἑρμηνεύοντες, τοτὲ δὲ καιρίους καὶ τοῖς προκειμένοις συμβόλοις τὰς
προφητικας ποιούμενοι θεωρίας. οὕτω μὲν ἡ τῆς ἀφιερώσεως ἐορτὴ
ἐν αὐτῇ τῇ βασιλέως τριακονταετηρίδι σὺν εὐφροσύναις ἐπετελεῖτο.</p></div></div><div type="textpart" subtype="chapter" n="46"><div type="textpart" subtype="section" n="1"><p>Οἶος δ'ὁ τοῦ σωτῆρος νεώς, οἶον τὸ σωτήριον ἄντρον,
οἶσαι<del>τε</del> αἱ βασιλέως φιλοκαλίαι ἀνθημάτων τε πλήθη ἐν χρυσῷ τε
<lb n="30"/> καὶ ἁργύρῳ καὶ λίθοις τιμίοις πεποιημένων, κατὰ δύναμιν ἐν οἰκείῳ
συγγράμματι παραδόντες αὐτῷ βασιλεῖ προσεφωνήσαμεν. ὃν οἰκείῳ
συγγράμματι παραδόντες αὐτῷ βασιλεῖ προσεφωνήσαμεν. ὃν δὴ λόγον
κατὰ καιρὸν μετὰ τὴν παροῦσαν τὴς γραφῆς ὑπόθεσιν ἐκθησόμεθα,
ὁμοῦ καὶ τὸν τριακονταετηρικὸν αὐτῷ συζευμνύντες, ὃν σμικρὸν
<note type="footnote">2 εὐσεβείαις VM | τὸν nachher hinzugefügt J | 6 τ' VJ,δ'ΜΒΑ |9 πλούσ.
καὶ ~ΜΒ, καὶ &lt;JA | 10 κατεποίκιλεν JMBA (so Wil.) ἀλλ'hier beg. das neue
Cap. με (45) in VMB | 12 οἱ μὲν — 16 ἀκοαῖς &lt;ΜΒΑ | 18 καὶ &lt;20 τῶν &lt;
JMBA | 24 τῶν διὰ γρ. Wil.,~ ΗSS | τῶν V, τῶ ΜΒJ, aber v hinzugefügt J, τῶν
τῶ Α |πεφιλοκαλημένων JMBA, πεφιλοσοφημένων V | 25 nach καιρίους &lt;καὶ
J | 24 u. 26 Val. will mit Recht ἐκφράσεις ποιοῦντες und ἑρμηνεύοντες θεωρίας
schreiben | 26 ἡ &lt;V | 27 nach αὐτῇ &lt;τῇ JMBA | 29 τε &lt;Wil. | 33 μικρὸν
JMBA.</note>


<pb n="v.1.p.137."/>
ὔστερον, ἐπὶ τῆς βασιλλέως ἐπωνύμου πόλεως τὴν πορείαν στειλάμενοι,
εἰς ἐπήκοον αὐτοῦ βασιλέως διήλθομεν, τοῦτο δεύτερον ἐν αὐτοῖς
βασιλείοις τὸν ἐπὶ πάντων βασιλέα θεὸν δοξάσαντες, οὗ δὴ κατακροώμενος 
ὁ τῷ θεῷ φίλος γανυμένῳ ἐᾠκει. τοῦτο δ'οὖν αὐτὸ
<lb n="5"/> μετὰ τὴν ἀκρόασιν ἐξἐφηνεν, συμποσιάζων μὲν παροῦσι τοῖς ἐπισκόποις 
παντοίᾳ τ'αὐτοὺς τιμῇ φιλοφρονούμενος.</p></div></div><div type="textpart" subtype="chapter" n="47"><div type="textpart" subtype="section" n="1"><p>Ταύτην μεγίστην ὦν ἴσμεν σύνοδον δευτέραν συνεκρότει
βασιλεὺς ἐν αὐτοῖς Ἱεροσολύμοις μετὰ τὴν πρώτην ἐκείνην, ἣν ἐπὶ
τῆς Βιθυνῶν διαφανοῦς πεποίητο πόλεως. ἀλλ'ἠ μὲν ἐπινίκιος ἦν,
<lb n="10"/> ἐν εἰκοσαετηρίδι τῆς βασιλείας τὴν κατ'ἐχθρῶν καὶ πολεμίων εὐχὴν
ἐπ' αὐτῆς Νικαίας ἐκτελοῦσα, ἡ δὲ τὴς τρίτης δεκάδος τὴν περίοδον
ἐκόσμει, τῷ πάντων ἀγαθῶν δοτῆρι θεῷ ἀμφὶ τὸ μνῆμα τὸ σωτήριον
εἰρήνης ἀνάθημα τὸ μαρτύριον βασιλέως ἀφιεροῦντος.</p></div></div></div></div></body></text></TEI>