ἅλλοι δ'ἐρμηνείας τῶν θείων ἀναγνωσμάτων ἐποιοῦντο, τὰς ἀπορρήτους ἀποκαλύπτοντες θεωρίας, οἱ δὲ μὴ διὰ τούτων χωρεῖν οἶοί τε θυσίαις ἀναίμοις καὶ μυστικαῖς ἱερουργίαις τὸ θεῖον ἱλάσκοντο, ὑπὲρ τῆς κοινῆς εἰρήνης, ὑπὲρ τῆς ἐκκλησίας τοῦ θεοῦ, αὐτοῦ τε βασιλέως ὕπερ, τοῦ τῶν τοσούτων αἰτίου, παίδων τ'αὐτοῦ θεοφιλῶν ἰκετηρίους εὐχὰς τῷ θεῷ προσαναφέροντες. 3ἔνθα δὴ καὶ ἡμεῖς τῶν ὑπὲρ ἡμᾶς ἀγαθῶν ἡξιωμένο ποικίλαις ταῖς εἰς τὸ κοινὸν διαλέξεσι τὴν ἐορτὴν ἐτιμῶμεν, τοτὲ μὲν τῶν διὰ γράμματος βασιλεῖ πεφιλοκαλημένων τὰς ἐκφράσεις ἑρμηνεύοντες, τοτὲ δὲ καιρίους καὶ τοῖς προκειμένοις συμβόλοις τὰς προφητικας ποιούμενοι θεωρίας. οὕτω μὲν ἡ τῆς ἀφιερώσεως ἐορτὴ ἐν αὐτῇ τῇ βασιλέως τριακονταετηρίδι σὺν εὐφροσύναις ἐπετελεῖτο. Οἶος δ'ὁ τοῦ σωτῆρος νεώς, οἶον τὸ σωτήριον ἄντρον, οἶσαι τε αἱ βασιλέως φιλοκαλίαι ἀνθημάτων τε πλήθη ἐν χρυσῷ τε καὶ ἁργύρῳ καὶ λίθοις τιμίοις πεποιημένων, κατὰ δύναμιν ἐν οἰκείῳ συγγράμματι παραδόντες αὐτῷ βασιλεῖ προσεφωνήσαμεν. ὃν οἰκείῳ συγγράμματι παραδόντες αὐτῷ βασιλεῖ προσεφωνήσαμεν. ὃν δὴ λόγον κατὰ καιρὸν μετὰ τὴν παροῦσαν τὴς γραφῆς ὑπόθεσιν ἐκθησόμεθα, ὁμοῦ καὶ τὸν τριακονταετηρικὸν αὐτῷ συζευμνύντες, ὃν σμικρὸν 2 εὐσεβείαις VM | τὸν nachher hinzugefügt J | 6 τ' VJ,δ'ΜΒΑ |9 πλούσ. καὶ ~ΜΒ, καὶ