ταῦτα συνεχῶς διεμαρτύρετο, ταῦθ’ ὑπεμίμνησκε, τούτων διδάσκαλος ἦν. ἀλλ’ ὁ μὲν ἐπιθαρςῶν γνησίᾳ τῇ πίστει τοιαῦτα ἐφρόνει καὶ διεστέλλετο, οἱ δ’ ἄρα ἦσαν ἀμαθεῖς καὶ πρὸς τὰ καλὰ κεκωφωμένοι, γλώττῃ μὲν καὶ βοαῖς εὐφήμοις ἐπικροτοῦντες τὰ λεγόμενα, ἔργιος δε κατολιγωροῦντες αὐτῶν δι’ ἀπληστίαν, ὥστ’ ἤδη ποτὲ τῶν ἀμφ’ αὐτὸν τινὸς ἐπιλαβόμενον φάναι· „καὶ μέχρι τίνος, ὦ οὗτος, τὴν ἀπληστίαν ἐκτείνομεν; “ εἶτ’ ἐπὶ γῆς μέτρον ἀνδρὸς ἠλικίας ἐγχαράξας τῷ δόρατι, ὃ μετὰ χεῖρας φέρων ἔτυχεν· „τὸν σύμπαντα τοῦ βίου πλοῦτον“, ἔφη, „καὶ τὸ πᾶν τῆς γῆς στοιχεῖον εἰ κτήσαιο, πλέον οὐδὲν τουτουὶ τοῦ περιγραφέντος γηδίου ἀποίσεις, εἰ δὴ κἂν αὐτοῦ τύχοις.“ ἀλλ’ οὐδένα ταῦτα λέγων τε καὶ πράττων ἔπαυεν ὁ μακάριος, τὰ πράγματα δ’ ἐναργῶς αὐτοῖς θεοπροπίοις ἔπεισεν ἀλλ’ οὐ ψιλοῖς ῥηματίοις ἐοικέναι τὰ βασιλέως θεσπίσματα. Ἐπεὶ δ’ οὐκ ἦν θανάτου φόβος ἀπείργων τοὺς κακοὺς τῆς μοχθηρίας, βασιλέλως μὲν ὅλου πρὸς τὸ φιλάνθρωπον ἐκθεδομένου, τῶν δὲ καθ’ ἕκαστον ἔθνος ἀρχόντων μηδαμῆ μηδενὸν τοῖς πλημμελοῦσιν ἐπεξιόντος, τοῦτο δὴ μομφὴν οὐ τὴν τυχοῦσαν τῇ καθόλου διοικήσει παρεῖχεν, εἴτ’ τὖν εὐλόγως εἴτε καὶ μή, ὅπη φίλον ἑκάστῳ κρινέτω, ἐμοὶ δ’ ἐφείσθω τἀληθῆ γράφειν.