διὸ συνεκάλει μὲν αὐτός, μυρία δ’ ἔσπευδεν ἐπ’ ἀκρόασιν πλήθη φιλοσοφοῦντος ἀκουσόμενα βαςία δ’ ἔσπευδεν ἐπ΄ λέγοντι θεολογίας αὐτῷ παρήκοι καιρός, πάντως που ὄρθιος ἑστὼς συνεστραμμένῳ προςώπῳ κατεσταλμένῃ τε φωνῇ, μυεῖν ἔδοξεν ἂν τοὺς παρόντας σὺν εὐλαβνείᾳ τῇ πάσῃ τὴν ἔνθεον διδασκαλίαν, εἶτ’ ἐπιφωνούντων βοαῖς εὐφήμοις τῶν ἀκροωμένων, ἄνω βλέπειν εἰς οὐρανὸν διένευε καὶ μόνον ὑπερθαυμάζειν καὶ τιμᾶν σεβασμίοις ἐπαίνοις τὸν ἐπὶ πάντων βασιλέα. ὑποδιαιρῶν δὲ τὰς ὑποθέσεις, τοτὲ μὲν τῆς πολυθέου πλάνης ἀλέγχους κατεβάλλετο, παριστὰς ἀπάτην εἶναι καὶ ἀθεότητος πρόβολον τὴν τῶν ἐθνῶν δεισιδαιμονίαν, τοτὲ δὲ τὴν μόναρχον γνωρίζειν παρεδίδου δεότητα, διῄει δ’ ἐφεξῆς τὸν περὶ προνοίας τῶν τε καθόλου καὶ τῶν περὶ μέρους λόγον. ἔνθεν δὲ ἐπὶ τὴν σωτήριον κατέβαινεν οἰκονομίαν, 3 δοῦναι MBA | 5 ἕω V, ἑώας JMBA | 13 τὸν οὖν τῶν παναγίων V, τὸν οὗν πανάγιον τῶν JA, τῶν οὖν τὸν πανάγιον MB | 14 χορὸν τοῦ θεοῦ ~JMBA | ἐπαγρύπνως JMBA | 19 παρόδους HSS, das gewöhnliche προςόδους wahrscheinlich vermieden wegen προςήκειν |22 ἀκουσομένου MB | 23 εἰ δ’ ἐπιλέηοντι V, εἰ δέ ποτε λέγοντι J, εἰ δέ πη λεγ. MBA | 25 ἂν τοὺς J, αὐτοὺς VMBA | 29 κατεβάλετο V | 31 δὲ