Ταῦτα δὲ καὶ θεός, ὅν Κωνσταντῖνος ἐγέραιρεν, ἀρχομένῷ καὶ μεσάζοντι καὶ τελευτῶντιο, διδώσιλίας αὐτῷ δεξιὸς παραστάς, ἐναργέσι ψήφοις ἐπιστώσατο, διδάσκαλον θεοσεβοῦς ὑποραστάς, δείματος τὸν ἄνδρα τῷ θνητῷ γένει προβεβλημένος· μόνον γοῦν αὐτὸν τῶν ἐξ αἰῶνος ἀκοῇ βοηθέντων ἀυτοκρατςοτςν οἷόν τινα μέγιστον γιστον φωστῆρα καὶ κήρυσα μεγαλοφωνότατον τῆς ἀπλανοῦς θεοσεβείας βείας προστησάμενος, μόνῳ τὰ ἐχέγγυα τῆς αὐτοῦ θεοσεβείας διὰ παντοίων τῶν εἰς αὐτὸν κεχορηγημένων ἀγαθῶν ἐνεδείξατο, χρόνον μὲν βασιλείας τρισὶ δεκάδων περιόδοις τελείαςι καὶ προσέτι λῷον τιμήσας, τούτων δὲ διπλάσιον τοῦ παντὸς αὐτῷ βίου τὴν εἰκόνα δούς, νικητὴν ἀπέδειξε παντὸς τυραννικοῦ γένους θεομάχων τε ὀλετῆρα γιγάντων, οἵ ψυχῆς ἀπονοίᾳ πρὸς αὐτὸν ἤραντο τὸν παμβασιλέα τῶν ὅλων δυσσεβείας ὅπλα. ἀλλ’ οἱ μὲν ὡς εἰπεῖν ἐν βραχεῖ φανέντες ἅμα τε καὶ ἀπέσβησαν, τὸν δ’ αὐτοῦ θεράποντα θεὸς ὁ εἷς καὶ μόνος ἕνα πρὸς πολλοὺς θεϊκῇ φραξάμενος παντευχίᾳ, τῆς τῶν ἀθέων πληθύος δι’αὐτοῦ τὸν θνητὸν ἀποκαθήρας βίον, εὐσεβείας τῆς εἰς αὐτὸν διδάσκαλον πᾶσιν ἔθνεσι κατεστήσατο, μεγάλῃ βοῇ ταῖς πάντων ἀκοαῖς μαρτυρόμενον τὸν ὄντα θεὸν εἰδέναι, τὴν δὲ τῶν οὐδαμῶς ὄντων ἀποστρέφεσθαι πλάνην. Kαὶ ὁ μὲν οἷα πιστὸς καὶ ἀγαθὸς θεράπων τοῦτ’ ἔπραττε καὶ ἐκήρυττε, δοῦλον ἄντικρυς ἀποκαλῶν καὶ θεράποντα τοῦ παμβασιλέως ὁμολογῶν ἑαυτόν, θεὸς δ’αὐτὸν ἐγγύθεν ἀμειβόμενος κύριον καθίστησι καὶ δεσπότην νικητήν τε μόνον τῶν ἐξ αἰῶνος αὐτοκρατόρων ἄμαχον καὶ ἀήττη- 1 παντοίοις V | 2 ταῦτα hier fängt das neue Cap. in V an. | 3 ὄντα V, εἶναι JMBA|5 ἐνργὴς MBA | 7 ταῦτα hier nicht neues Cap. in V | 8 αὐτῶ J, Α ἀυτοῦ VMBA| δεξιὸς V al., δεξιῶς HSS| 9 διδάσκαλον Zimm., vgl. Z. 24; διδασκαλίαν ΗSS | 10 γοῦν V, oὖν JMBA| 13 προστησάμενος — V.