οὕτω δὲ πάλιν καὶ Ἰωάννου τοῦ υἱοῦ Ζεβεδαίου, ὃν ἐπὶ τῆς ἁλιείας ἅμα τῷ πατρὶ καὶ τώ ἀδελφώ καταρτίζοντα τὰ δίκτυα θεασάμενος τῆς αὐτῆς ἠξίωσε κλήσεως τε καὶ ἐπαγγελίας, καθ’ ὅλης τῆς οἰκουμένης ἐκλάμπει τοὔνομα καὶ οἱ λόγοι τὰς τῶν ἀνθρώπων ψυχὰς καταυγάζουσι διὰ τῆς ὑπ’ αὐτοῦ παραδοθείσης τοῦ γραφῆς παντοίᾳ γλώττῃ Ἑλληνικῇ τε καὶ βαρβάρῳ μεταβληθείσης εἰς ἐξάκουστόν τε πᾶσι τοῖς ἕθνεσιν ἐφ’ ἑκάστης ἡμέρας κηρυττομένης.